Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Εἰ μιᾷ αἰσθήσει κατὰ συμβεβηκός ἐστιν αἰσθητὸν τὸ ἔχον τῶν ἰδίων τι ταύτῃ τῇ αἰσθήσει αἰσθητῶν συμβεβηκὸς ἑαυτῷ (διὰ γὰρ τῆς τοῦ αἰσθητοῦ ἀντιλήψεως γίνεται καὶ ἡ τοῦ κατὰ συμβεβηκός· οὕτω γὰρ ἡ ὄψις γλυκέος ὅτι τῷ ὠχρῶ συμβέβηκεν εἶναι γλυκεῖ τε καὶ μέλιτι), εἴ τις λέγοι τι πάσαις ταῖς αἰσθήσεσι κατὰ συμβεβηκὸς εἶναι αἰσθητόν, οὗτος λέγοι ἄν, τοῦτο, ὅ φησι πάσαις κατὰ συμβεβηκὸς ταῖς αἰσθήσεσιν αἰσθητὸν εἶναι, ἔχειν τινὰ συμβεβηκότα τοιαῦτα, ὧν τὸ μὲν τῇ ἁφῇ καθ᾿ αὑτό ἐστιν αἰσθητόν,- τὸ δὲ τῇ γεύσει, τὸ δὲ τῇ ὀσφρήσει, τὸ δὲ τῇ ἀκοῇ, τὸ δὲ τῇ [*](1 αἰσθητῷ] τῷ s. v. V ἐν add. Sp. εἷδος] εἶναι a 2 alt. ἡ add. Sp. tert. ἡ del. Sp. 4 ἀπὸ] ὑπὸ coni. Sp. 8 Φυσικῇ ἀκροάσει] III, 3. 202 a 21 sqq. 9 αἰσθητικοῦ Vict. Sp.: αἰσθητικωτάτου libri 12 συναίσθησις Sp.: συναισθήσει libri 17 fortasse ⟨καὶ ἡ ὄψις⟩ λαβοῦσα αὐτὴν V 19 τε damnat Sp. 19 τῇ circumscripsi αἰσθητοῦ λήψει καὶ Vict. Sp. τὸ αἰσθητὸν Sa Sp.: τοῦ αἰσθητὸν (αἰσθητῶν?) V 21 τὰ Sp.: τοῦ libri 22 ἑαυτῆς] ἑαυτοῦ Sp. 23 ταῖς om. a 25 εἰ] ἐπεὶ coni. Sp. 26 αἰσθητῶν FSa Sp.: αἰσθητὸν V 29 τι scripsi: ὅτι libri αἰσθητον V οὗτος Vict.: οὕτως libri 32 τῇ ante ὀσφρήσει infra versum V)

94
ὄψει, ὥστ᾿ εἴη ἂν τὸ πᾶσι κατὰ συμβεβηκὸς αἰσθητὸν τῷ πάσαις καθ᾿ αὑτὸ εἶναί τι αἰσθητὸν ἐν αὐτῷ τούτῳ πάσαις αὐτὸ εἶναι κατὰ συμβεβηκὸς αἰσθητόν, ἑκάστης αὐτῆς διὰ τοῦ οἰκείου αὐτῇ αἰσθητοῦ αἰσθανομένης αὐτοῦ. οὐ γὰρ τὸ πάσαις κατὰ συμβεβηκὸς αἰσθητὸν οὐδ᾿ ὅλως ἐστὶν αἰσθητόν, ὡς ἂν δόξαι ἁπλῶς ἀκούσαντι. τὸ γὰρ μηδεμιᾷ αἰσθητὸν αἰσθήσει ἀναί|σθητον· οὐ ταὐτὸν δὲ τὸ πάσαις ἀναίσθητον τῷ πάσαις κατὰ συμβεβηκὸς --- αἰσθητὸν τοιοῦτον εἶναι τὸ ὑποκείμενον τοῖς πάσαις ταῖς αἰσθήσεσιν αἰσθητοῖς. τῷ γὰρ τὰ συμβεβηκότα τούτῳ αἰσθητὰ εἶναι πάσαις, αὐτὸ δὲ μή, τούτῳ γίνεται πάσαις κατὰ συμβεβηκὸς αἰσθητόν.