Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

“Ἐπεὶ αἰσθανόεμθα ὅτι ὁρῶμεν καὶ ἀκούομεν, ἀνάγκη ἤτοι ὄψει αἰσθάνεσθαι ὅτι ὁρᾷ, ἢ ἑτέρᾳ.”

Ζητεῖ, πῶς ἡ συναίσθησις ἡμῖν γίνεται, ἐπειδὰν αἰσθανώμεθά τινων, καὶ τίνι· αἰσθανόμεθα δὲ αὐτῶν αἰσθανόμενοι. παντὶ γὰρ αἰσθανομένῳ τινὸς πρὸς τῇ ἀντιλήψει τούτου οὗ αἰσθάνεται, γίνεται συναίσθησίς τις καὶ τοῦ ὅτι αἰσθάνεται· αὕτη δὴ ἡ συναίσθησις πότερον ἡμῖν διὰ τῆς αὐτῆς αἰσθήσεως γίνεται, δι᾿ ἧς καὶ τοῦ αἰσθητοῦ ἡ ἁντίληψις, ὡς τῇ ὄψει ἡμᾶς ὁρᾶν τε τὰ ὁρώμενα καὶ αἰσθάνεσθαι ἑαυτῶν ὁρώντων, ἢ τῇ μὲν ὄψει τῶν ὁρατῶν αἰσθανόμεθα, ἄλλῃ δέ τινι αὐτοῦ τοῦ ὁρᾶν; καὶ ὅτι μὲν οὐκ [*](4 τοῦτο a Sp. 5 τε] δὲ a Sp. τὰ delevi: τινὰ coni. Diels 7 δι᾿ add. Sp. 8 ἐπεὶ διὰ scripsi: ἐπειδὴ libri τὰ Sp.: τὸ libri 9 τὸ del. Sp. 13 ⟨ἐξ⟩ ἀέρος coni. Sp. 17 δείξει] de sensu 2. 436 a 22 sqq. 18 ταῦτα, ἃ scripsi: ταῦτα δ᾿ libri: ταῦτα ⟨ταῦτα Vict. Sp. 19 οὐδὲ coni. Sp. 21 ὡς add. Vict. 24 ἐκ τοῦ τρίτου] de an. III, 2. 425 b 12 26 ἤτοι] ἡ τῇ Arist. 27 ὅτι] εἴ τι BS2a Sp. 28 αἰσθανόμεθά a 29 τίνι scripsi: τινι libri 29 αὑτῶν scripsi: αὐτῶν libri 31 αὕτη δὴ ἡ G2 Sp.: αὕτη ἤδη FSa: αυτη ηδη sic V 34 αὐτοῦ scripsi cf. p. 92, 21: οὐ τῇ libri: del. Vict. Sp. οὐκ G2 Vict. Sp.: οὖν καὶ libri)

92
ἄλλῃ, ἔδειξε διὰ τοῦ πλείους ἔσεσθαι τοῦ αὐτοῦ αἰσθητοῦ αἰσθήσεις, εἰ γὰρ ἄλλη τις ἔσται, ᾗ τοῦ ὁρᾶν αἰσθανόμεθα καὶ μὴ ἡ αὐτὴ ἄψις, ἦ ὁρῶμεν, ἔσται ἡ τοῦ ὁρᾶν αἰσθανομένη ἅμα καὶ χρωμάτων αἰσθανομένη. ἡ γὰρ τῆς ἐνεργείας τῆς περὶ τὰ αἰσθητὰ γινομένης αἰσθανομένη αἰσθάνοιτο ἂν καὶ τούτων, περὶ ἃ ἡ ἐνέργεια ἡ κατὰ τὸ ὁρᾶν, ἔστι δὲ ταῦτα τὰ χρώματα. οὐ γάρ ἐστι τὸ ὁρᾶν ἄλλο τι ἢ ἐνεργεῖν τῇ ὄψει περὶ τὰ ὁρατά, ὥσθ᾿ ἡ τοῦ ὁρᾶν αἴσθησις αἴσθησίς ἐστι τῆς γινομένης περὶ τὰ ὁρατὰ ἐνεργείας ὑπὸ τῆς ὁρατικῆς αἰσθήσεως. οὐχ οἷόν τε δὲ αἰσθέσθαι τῆς περὶ τάδε τινὰ ἐνεργείας μὴ καὶ τῶνδε αἰσθανόμενον, περὶ ἃ ἡ ἐνέργεια γίνεται. ἀλλ᾿ εἰ τοῦτο, ἔσονται τῶν αἰσθητῶν πλείους αἰσθήσεις, αἵ τε αἰσθανόμεναι αὐτῶν προηγουμένως καὶ αἱ τῶν ἐνεργειῶν τῶν περὶ τὰ αἰσθητὰ τῶν αἰσθήσεων αἰσθανόμεναι. τοῦτο δ᾿ ἄτοπον τὸ τὰ ἴδια αἰσθητὰ ἑκάστῃ αἰσθήσει πλείοσιν αἰσθήσεσιν αἰσθητὰ εἶναι λέγειν. προσέτι τε εἰ ἡ ἄλλη μέν ἐστιν ἡ αἰσθανομένη, ἄλλη δὲ καθ᾿ ἣν αἰσθανόμεθα ἑαυτῶν αἰσθανομένων, ἐπ᾿ ἄπειρον προελεύσεται. καὶ γὰρ τῆς τοῦ ὁρᾶν αἰσθήσεως πάλιν ἔσται συναίσθησις ἡμῖν δι᾿ ἄλλης τινὸς αἰσθήσεως, κἀκείνη πάλιν, οὗ αἰσθανομένη ποιεῖ τὴν συναίσθησιν, ἄλλην τινὰ ἕξει τὴν αἰσθανομένην, καὶ τοῦτ᾿ εἰς ἄπειρον, ἀτοπώτατον δὲ τοῦτο. καταλείπεται τὸ τῇ αὐτῇ τῶν τε αἰσθητῶν αἰσθάνεσθαι ἡμᾶς καὶ τῆς περὶ τὰ αἰσθητὰ ἑαυτῶν ἐνεργείας. ἀλλ᾿ εἰ ἔστιν ἐνέργεια τῆς ὁρατικῆς δυνάμεως τὸ ὁρᾶν, ἔσται ἡ ἄψις τῶν τε χρωμάτων ἀντιλαμβανομένη καὶ αὐτοῦ τοῦ ὁρᾶν. ἀλλ᾿ εἰ οὗ ἐστιν ἡ ὄψις αἰσθητική, τοῦτ᾿ ἀνάγκη κεχρῶσθαι, καὶ τὸ ὁρᾶν, εἰ ἔστιν ὁρατόν τι, κεχρωσμένον. πρώτην λύων ἀπορίαν πρῶτον μὲν ἐχρήσατο τῷ τὴν ὄψιν μὴ μόνον χρωμάτων ἢ κεχρωσμένων αἰσθητικὴν εἶναι, ἀλλὰ καὶ τῆς στερήσεως αὐτῶν. ἐδείχθη γὰρ πᾶσα αἴσθησις αἰσθανομένη καὶ τῆς στερήσεως τῶν αἰσθητῶν ἡ αὐτή. τῇ γοῦν ὄψει καὶ φωτὸς καὶ σκότους αἰσθανόμεθα. δεύτερον ἔλαβεν, ὅτι καὶ τὸ ὁρᾶν κέχρωσταί πως, εἴ γε τὸ ὁρᾶν γίνεται τοῦ αἰσθητηρίου δεξαμένου τὸ εἶδος τοῦ αἰσθητοῦ χωρὶς τῆς ὕλης τῆς ὑποκειμένης αὐτῷ, οὖ σημεῖον παρέθετο πολλάκις ἀπελθόντων τῶν ὁρωμένων ἔτι ἐν ταῖς αἰσθήσεσιν ὑπομένειν τινὰς αὐτῶν αἰσθήσεις τε καὶ φαντασίας. ταῦτ᾿ εἰπὼν εἰς λύσιν τῶν ἠπορημένων διὰ τῶν ἑξῆς ἐχρήσατο εἰς λύσιν τῆς ἀπορίας, ὅτι γίνεται καὶ πῶς γίνεται, δείκνυσιν. λέγει τὴν τοῦ αἰσθητοῦ ἐνέργειαν καὶ τὴν τῆς αἰσθήσεως μίαν εἶναι κατὰ τὸν λόγον μόνον διαφερούσας, ὅτι τῇ μὲν κατ᾿ ἐνέργειαν αἰσθανόμενον σθήσει τὸ εἶναί ἐστιν ἐν τῷ ἔχειν τὸ εἶδος τοῦ αἰσθητοῦ χωρὶς τῆς ὕλης, [*](2 γὰρ] cf. Ind. ἄλλη τίς Sp. καὶ G2: εἰ libri ἡ αὐτὴ] αὐτὴ ἡ FGSa Sp. 3 ᾗ add. Vict. 4 ἡ] καὶ Vict. Sp. 4. 5 αἰσθανομένη αἰσθάνοιτο Vict. Sp.: αἰσθανόμενοι αἰσθάνοιντο libri 5 ἂν add. Sp. 8 αἰσθέσθαι] pr. σ s. v. V 9 τῶνδε Sp.: τῷδε libri αἰσθανόμενον Schwartz: αἰσθανόμενοι libri 10. 11 αἵ τε scripsi: αὗται libri (αυται V) 11. 12 τὰ—τῶν] τὰ αἰσθη et τῶν in lit. 14 εἰ Sp.: εἰ ἡ V: εἴη Sa 17 ἔξει Sp.: ἕξιν libri 18 post τοῦτο interpunxi. Spengelius post ἄπειρον 19 οὖν τὸ GF τῇ αὐτῇ Sp.: τὴν αὐτὴν libi 22 καὶ τὸ Sp.: τε καὶ libri 23 τι scripsi: τὸ libri: ἔσται Sp. 24 τῷ Sp.: τῇ τῶν libri 27. 28 κέχρωσταί Sp.: κεχρῶσθαι libri 30 πολλακισ V 32 ἐχρήσατο—ἀπορίας circumscripsi 33 δείκνυσιν] ν in lit. V 34 διαφέρουσαν coni. Sp. 35 εἶναι del. Vict.)
93
τῷ δὲ κατ᾿ ἐνέργειαν αἰσθητῷ ἐν τῷ ἔχεσθαι τὸ εἶδος αὐτοῦ χωρὶς τῆς ὕλης. εἰ γάρ ἐστιν ἡ κίνησις ⟨ἡ⟩ ὑπὸ τοῦ κινοῦντος γινομένη ἡ ἐν τῷ κινουμένῳ καὶ τὸ πάθος τὸ ὑπὸ τοῦ ποιοῦντος γινόμενον ἐν τῷ ποιουμένῳ καὶ πάσχοντι, ἀνάγκη καὶ τὴν ἀπὸ τοῦ αἰσθητοῦ κίνησιν καὶ τὸ γινόμενον ὑπ᾿ αὐτοῦ πάθος ἐν τῇ κατὰ δύναμιν αἰσθήσει γενόμενον ποιεῖν τὴν κατ᾿ ἐνέργειαν αἴσθησιν· ὡς γὰρ ἡ ποίησις καὶ ἡ πάθησις ἐν τῷ πάσχοντι, ἀλλ᾿ οὐκ ἐν τῷ ποιοῦντι (ἦν γὰρ τὸ ποιοῦν πάσχον, καὶ ταὐτὸ τὸ ποιεῖν τε καὶ πάσχειν, ὡς ἔδειξεν ἐν φυσικῇ ἀκροάσει), οὕτως καὶ ἡ τοῦ αἰσθητοῦ καὶ ἡ τοῦ αἰσθητικοῦ. τούτων δὲ τοῦτον ἐχόντων τὸν τρόπον καὶ τῆς κατ᾿ ἐνέργειαν αἰσθήσεως γινομένης τῇ τῶν εἰδῶν τῶν αἰσθητῶν λήψει χωρὶς τῆς ὕλης, γένοιτο ἂν ἡμῖν εὐλόγως ἅμα τῇ αἰσθήσει τῶν αἰσθητῶν καὶ συναίσθησις τοῦ αἰσθάνεσθαι κατὰ τὴν αὐτὴν αἴσθησιν. τῷ μὲν γὰρ ἀπὸ τῶν αἰσθητῶν ἔξωθεν ὄντων λαμβάνειν τὸ εἶδος ἡ ἐκείνων ἀντίληψις, τῷ δὲ ἐν ἑαυτῇ τὴν αἴσθησιν τὸ εἶδος ἔχειν τῶν αἰσθητῶν καὶ διὰ τοῦτο καὶ ταύτης πως αἰσθάνεσθαι ἡ συναίσθησις. εἰ γὰρ τὸ ὁρᾶν κατὰ τὴν τοῦ εἴδους τοῦ αἰσθητοῦ λῆψιν γίνεται, ὅμοιος δὲ ὁ λόγος καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων, λαβοῦσα τὸ εἶδος ὁρᾷ καὶ αὐτὴν ἅμα ὁρῶσαν ὁρῶσα γίνεται. ἡ μὲν δὴ συναίσθησις τοῦ αἰσθάνεσθαι γινομένη ἐν τῷ τὴν αἴσθησιν ἅμα τε τῇ τοῦ αἰσθητοῦ καὶ τῆς ἰδίας περὶ τὸ αἰσθητὸν ἐνεργείας αἰσθάνεσθαι. διὸ ἐξ ἀνάγκης ἕπεται παντὶ τῷ αἰσθανομένῳ συναισθάνεσθαι καὶ ἑαυτοῦ αἰσθανομένου τῷ ἕπεσθαι τῇ αἰσθήσει αἰσθανομένῃ τινὸς τῶν αἰσθητῶν ἔξω ὄντος τὸ ἅμα καὶ ἑαυτῆς αἰσθάνεσθαι.