Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

“Εἰ γὰρ παντὸς οὖ ἐστιν αἴσθησις ἁφή, καὶ νῦν αἴσθησιν ἔχομεν (πάντα γὰρ τὰ τοῦ ἁπτοῦ ἁπτὸν πάθη τῇ ὁφῇ ἡμῖν σθητά ἐστιν), ἀνάγκη τε εἴπερ ἐκλείπει τις αἴσθησις, καὶ αἰαἰσθητήριόν τι ἡμῖν ἐκλείπειν· καὶ ὅσων μὲν αὐτοὶ ἁπτόμενοι αἰσθανό|μεθα, τῇ ἀφῇ αἰσθητά ἐστιν, ἣν τυγχάνομεν ἔχοντες· ὅσα δὲ διὰ τῶν μεταξύ, καὶ μὴ αὐτῶν ἁπτόμενοι τοῖς πλοῖς, λέγω οἷον ἀέρι τε καὶ ὕδατι” ἕως τοῦ μηδ᾿ ἕτερόν ἐστι σῶμα καὶ [*](1 ὑ|θέσεωσ V 4 τὸ om. Sp. ἡ V 5 τοιαύτη] τη in lit. V 7 καὶ add. Sp. 8 πάλιν καὶ] sensus postularet ἀλλὰ; fortasse excidit aliquid 12 καὶ S2a: κἂν VS¹GF Sp. 13 τε] δὲ Vict. Sp. 16 πάντῃ] πάντων a Sp 17 ᾗ delevi (ἧ V) 18 τοῖς GS2 Sp.: οἷς VFS1a 25 ἐκ τοῦ τρίτου] de san. III, 1. 424 b 24 — 425 28 τὰ add. Vict. ex Arist. cf. 90, 8 πάθη om. a 30 ἐκλείπειν GB Vict.: ἐκλἑίπειν sie V: ἐκλίπειν FS: ἐκλιπεῖν a Sp. αὐτοὶ (ut p. 99, 21 et Arist. TW) Sa: αὐτῶν Arist. vulg.: αὐτῆ B2: αὐτοῖσ V, cf. 90,21 απτόμενοι V 32. 33 πλοῖς διαστήμασι λέγω δὲ οἷον Vict. 33 λέγω] ω in lit. V: λέγω δ᾿ Arist. τε om. Arist. ἕως τοῦ] l. c. 425 a 11 μηδ᾿ ἕτερόν F: μὴ δέτερόν sic V: μηθέτερον BSa: ὥστε εἰ μή τι ἕτερον Vict. Sp. ex Arist.)

90
πάθος, ὃ μηδενός ἐστι τῶν ἐνταῦθα σωμάτων, οὐδεμία ἂν ἐκλείποι αἴσθησις”.

Δοκεῖ μοι ὁ νοῦς τοῦ λεγομένου συστέλλοντι εἰς τὰς κυρίας προτάσεις τῶν λόγων τοιοῦτος εἶναι. ὧν ἔχομεν τὰ αἰσθητήρια, τούτων πάντων καὶ αἴσθησιν ἔχομεν. εἴ τινων μὴ ἔχομεν αἴσθησιν, τούτων τῷ μὴ ἔχειν τὰ αἰσθητήρια αὐτῶν οὐκ αἰσθανόμεθα. εἶπεν δὲ τὸ μὲν ἐξ ὧν ἔχομεν πάντων διὰ τοῦ εἰ γὰρ παντὸς οὗ ἐστιν αἴσθησις φή, καὶ νῦν αἴσθησιν ἔχομεν· πάντα γὰρ τὰ τοῦ ἁπτοῦ ᾗ ἁπτὸν πάθη τῇ ἁφῇ ἡμῖν αἰσθητά ἐστιν. εἰπὸν γὰρ περὶ τῆς ἁφῆς κατέλιπεν τὸ καὶ ἐπὶ τῶν ἄλλων αἰσθητηρίων τε καὶ αἰσθήσεων᾿ προσθεῖναι, ὧν πάντων ληφθέντων γίνεται καθόλου τὸ εἰ ὧν ἔχομεν τὰ αἰσθητήρια, τούτων πάντων καὶ αἴσθησιν ἔχομεν᾿. τὸ εἴ τινων μὴ αἴσθησιν ἔχομεν, τούτων τῷ μὴ ἔχειν τὰ αἰσθητήρια αὐτῶν οὐκ αἰσθανόμεθα᾿ εἶπεν πάλιν διὰ τοῦ αὐτοῦ ἀνάγκη τε, εἴπερ ἐκλείπει τις αἴσθησις, καὶ αἰσθητήριόν τι ἡμῖν ἐκλείπειν, ὅτι συνημμένον δυνάμει προσλαμβάνει τὸ ἀντικείμενον τοῦ ὑποκειμένου τῷ ἑπομένῳ τὸ ἀλλὰ μὴν οὐδὲν ἡμῖν αἰσθητήριον ἐλλείπει᾿, οὗ δειχθέντος ἕπεται τὸ μηδ᾿ αἴσθησίν τινα ἐκλιπεῖν. δυνάμει δ᾿ εἶπον, ὅτι μὴ ἄντικρυς τοῦτο προσλαμβάνει, ἀλλὰ λαβῶν τίνα ἔχομεν αἰσθητήρια, καὶ δείξας, ὅτι πλείω τούτων οὐχ οἶόν τέ ἐστιν αἰσθητήρια, δείκνυσιν, ὅτι μηδὲ ἡμῖν αἰσθητήριον λείπει. λαμβάνει δὲ τίνας ἔχομεν αἰσθήσεις διὰ τῶνδε· καὶ ὅσῶν μὲν αὐτοὶ ἁπτόμενοι αἰσθανόμεθα, τῇ ἀφῇ αἰσθητὰ εἶναι, ἣν τυγχάνομεν ἔχοντες, ὅσα δὲ διδὰ τῶν μεταξὺ καὶ μὴ αὐτῶν ἁπτόμενοι, τοῖς ἁπλοῖς, λέγω δ᾿ οἷον ἀέρι καὶ ὕδατι. διὰ γὰρ τούτων, ὅτι τὸ ἁπτικὸν αἰσθητήριον ἔχομεν, ἔλαβεν, καὶ πρὸς τούτῳ, ὅτι ὧν αἰσθανόμεθα διά τινος μεταξύ, τοῖς ἁπλοῖς σώμασιν τούτων ἡ αἴσθησις γίνεται, ἐξ ὧν ἔχομεν αἰσθητήρια, ἐξ ὕδατός τε καὶ ἀέρος. οἷς ἀκόλουθον ὂν τὸ δεῖξαι, ὅτι τῶν πλῶν σωμάτων ἐκ τῶν δύο τούτων μόνων αἰσθητὴρια δύναται εἶναι, ἐκ δὲ πυρὸς καὶ γῆς οὐχ | οἷόν τε εἶναι αἰσθητήριον. τούτου γὰρ δειχθέντος δεδειγμένον γίνεται καὶ τὸ μηδὲν ἡμῖν αἰσθητήριον λείπειν. ὁ δὲ τοῦτο μὲν ὕστερον δείκνυσι, πρῶτον δὲ ἐπιλαμβάνει τρία εἶναι τὰ αἰσθητήρια, τὴν ἁφὴν καὶ τὰ ἐκ τῶν ἁπλῶν, τό τε ἐκ τοῦ ὕδατος καὶ τὸ ἐκ τοῦ ἀέρος, πλείω δέ ἐστι τὰ εἴδη τῶν αἰσθητῶν, εἴ γε τὰ μέν ἐστιν ὁρατά, τὰ δ᾿ ἀκουστά, τὰ δ᾿ ὀσφρητά, τὰ δὲ γευστά, τὰ δ᾿ ἁπτά. ὅτι μηδὲ ἰσάριθμα τὰ αἰσθητήρια εἶναι τοῖς αἰσθητοῖς δείκνυσιν διὰ τοῦ· ἔχει δ᾿ οὕτως, ὥστ᾿ εἰ μὲν δι᾿ ἑνὸς πλείω αἰσθητὰ ἕτερα ὄντα ἀλλήλων τῷ γένει, ἀνάγκη τὸν ἔχοντα τὸ τοιοῦτο αἰσθητήριον ἀμφοῖν αἰσθητικὸν εἶναι. ἔστι γὰρ διὰ τοῦτο λαμβάνειν τὸ ὅτι, εἴ γε εἴη τινὰ ἃ διαφέροντα ἀλλήλων τῷ γένει αἰσθητὰ δι᾿ ἑνός τινος αἰσθητηρίου αἰσθητὰ γινόμενα, τὸ ἔχον τὸ ἂν τοῦτο αἰσθητήριον ἀμφοτέρων τῶν [*](1 ἐκλίποι Arist. vulg. 3 συστέλλοντι Diels: συντελοῦντι libri 5 alt. ἔχ. αἴσθ. corr. ex αἴσθ. ἔχ. V 6. 7 fortasse ἐξ ὧν ἔχομεν᾿ ⟨ἔως⟩ πάντων ⟨καὶ ἔχομεν, αἴσθησιν⟩᾿ 9 περὶ scripsi: ἐπὶ libri 12 τὸ δὲ Vicl. Sp. ἔχομεν coll. ante αἴσθησιν a Sp. 13 cf. Addenda15 ἐκλείπει a 17 τὸ Vict. Sp.: τοῦ libri 18 ἀντικρὺς Sp. τοῦτου sic V 22 ἣν τυγχάνομεν B2S2a Sp.: ἐτυγχάνομεν VB1S1 24 τούτῳ Sp.: τοῦτο libri 34 ὅτι] cf. Ind. 38 ἃ delevi)

91
τῷ γένει διαφερόντων αἰσθητῶν αἰσθάνεται. οὐ γάρ, ἐπεὶ δύο καὶ τῷ γένει διαφέροντα αἰσθητά, τά τε ἀκουστὰ καὶ τὰ ὀσφραντά, δεῖ αὐτῶν καὶ τὰ ὄργανα δι᾿ ὧν ἐστιν αἰσθητὰ διαφέροντα εἶναι (δι᾿ ἀέρος γὰρ ἀμφοτέρων ἡ ἀντίληψις), ὥσθ᾿ ὁ τοῦτον ἔχων ἀμφοτέρων ἂν διὰ τούτου ἀντιλαμβάνοιτο. πάλιν τε αὖ, εἰ πλείω εἴη αἰσθητήρια τὰ, δι᾿ ὧν οἷόν τε ἑνὸς αἰσθάνεσθαι (ὡς ἔχειν δοκεῖ τὰ ὀσφραντά· τούτων γὰρ δοκεῖ καὶ δι᾿ ὕδατος καὶ ἀέρος αἴσθησις γίνεσθαι· δι᾿ ὕδατος μὲν γὰρ τὰ ἔνυδρα, δι᾿ ἀέρος δὲ τὰ ἀναπνέοντα δοκεῖ ὀσμῆς ἀντιλαμβάνεσθαι, ἐπεὶ διὰ τούτων πάντα τὰ ἕτερον τούτων ἔχοντα τὸ αἰσθητήριον μόνον αἰσθήσεται αὐτῶν· οὐ γὰρ δεῖ ἀμφότερα ἔχειν τὸ μέλλον ὀσμῆς αἰσθάνεσθαι) --- ταῦτα λαβῶν καὶ ἀνελὸν δι᾿ αὐτῶν τὸ ἀνάγκη εἶναι ε τὰ αἰσθητήρια, ἐπεὶ τοσαῦται τῶν αἰσθητῶν κατὰ γένος διαφοραί, ἐφεξῆς δείκνυσιν, ὅτι μὴ οἷόν τε εἶναι αἰσθητήριον ἐξ ἄλλου τινὸς τῶν ἁπλῶν σωμάτων, ἢ ἐξ ὕδατος καὶ ἀέρος, ὧν τὴν μὲν κόρην, τῶν ὁρατῶν αἰσθανόμεθα, ἐξ ὕδατος ἔχομεν, τὴν δ᾿ ἀκοὴν ἀέρος, τὴν δ᾿ ὄσφρησιν ἡμεῖς μὲν καὶ τὰ μὴ ἔνυδρα ἐξ ἀέρος, τὰ δὲ ἔνυδρα ἐξ ὕδατος. οὔτε δὲ ἐκ πυρὸς οἶόν τε αἰσθητήριον εἶναι. ὡς ἐν τῷ Περὶ αἰσθήσεώς τε καὶ αἰσθητῶν δείξει, οὔτε ἐκ γῆς μόνης. εἰ δὲ τοῦτο, οὐχ οἷόν τε ἄλλο τι αἰσθητήριον εἶναι παρὰ ταῦτα, ἃ ἔχει τὰ τέλεια τῶν ζῴων. οὐδὲν ἐλλείπει αἰσθητήριον τοῖς τὰς πέντε αἰσθήσεις ἔχουσιν, ὥστε οὐδ᾿ αἴσθησις. οὐδὲν γὰρ παρὰ τὰ τέσσαρα οἷόν τε ἁπλοῦν παθητὸν εἶναι σῶμα, ὡς ἐξ ἐκείνου δύνασθαί τι αἰσθητήριον εἶναι. δεῖ μὲν γὰρ τὸ αἰσθητήριον πάσχειν τι ὑπὸ τοῦ αἰσθητοῦ, διὸ καὶ παθητοῦ εἶναι σώματος· τὸ δὲ πέμπτον σῶμα ἀπαθὲς ἐνδέδεικται. |