Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Εἰπόντος Ἀριστοτέλους ἐν τῷ δευτέρῳ Περὶ ψυχῆς ἐπὶ τῆς --- ἀπὸ τῆς ἕξεως, ἣν εἶπεν δευτέραν δύναμιν (πρώτη γὰρ ἦν δύναμις ἡ πρὸς τὴν ἀνάληψιν τῆς ἕξεως ἐπιτηδειότης), εἰπόντος οὖν αὐτοῦ περὶ αὐτῆς οὕτως θεωροῦν γὰρ γίνεται τὸ ἔχον τὴν ἐπιστήμην, ὅπερ οὐκ ἔστιν ἀλλοιοῦσθαι (εἰς αὐτὸ γὰρ ἡ ἐπίδοσις καὶ εἰς ἐντελέχειαν) ἢ ἕτερον γένος ἀλλοιώσεως, διὸ οὐ καλῶς ἔχει λέγειν τὸ φρονοῦν ὅταν φρονῇ ἀλλοιοῦσθαι, ὥσπερ οὐδὲ τὸν οἰκοδόμον ὅταν οἰκοδομῇ. τὸ μὲν οὖν εἰς ἐντελέχειαν ἄγον ἐκ δυνάμει ὄντος κατὰ τὸ νοεῖν καὶ φρονεῖν οὐ διδασκαλίαν ἀλλ᾿ ἑτέραν ἐπωνυμίαν ἔχειν δίκαιον, ταῦτ᾿ εἰπόντος αὐτοῦ ἐζητήθη καθόλου ὑπὸ τῆς ἐξηγήσεως, εἰ ἡ εἰς τὴν ἐνέργειαν μεταβολὴ κίνησίς ἐστιν. εἰ γὰρ μὴ ἀλλοίωσις, πολὺ μᾶλλον ἂν οὐκ εἴη τις τῶν ἄλλων οὐ κινήσεων. τὸ γὰρ ἀπὸ τῆς νοητικῆς ἕξεως μεταβάλλον εἰς τὸ νοεῖν τε καὶ ἐνεργεῖν ἀλλοίωσις μὲν οὐκ ἂν εἴη τις, ⟨εἰ⟩ ἡ μὲν ἀλλοίωσις κατὰ πάθος μεταβολή, ⟨ἡ δὲ⟩ οὐκ ἔστιν μεταβολὴ κατὰ πάθος, εἴ γ᾿ ἐστὶν εἰς ταὐτὸν ἐπίδοσις. καὶ ἔστιν ἡ ἀπὸ τῆς ἕξεως ἐνέργεια σωστικὴ τῆς ἕξεως καὶ τελειότης αὐτῆς, εἴ γε τέλος ἑκάστῳ τὸ οὗ χάριν ἐστί, πᾶσα δὲ ἕξις ἕνεκα τῆς ἐνεργείας γίνεται τῆς κατ᾿ αὐτήν. εἰ δὲ μὴ κατ᾿ ἀλλοίωσιν ὁ οὕτως ἐνεργῶν κινεῖται, πολὺ μᾶλλον οὐδ᾿ ἂν κατὰ τόπον ἢ κατ᾿ αὔξησιν κινοῖτο· σωμάτων γὰρ αἱ κινήσεις τοιαίδε. καὶ γὰρ αἱ ἀπὸ τῶν κατὰ τὰς τέχνας ἕξεων ἐνέργειαι γίνοιντο μὲν διὰ κινήσεως, ἐπεὶ σωματικῆς ὑπηρεσίας δέονται, αὗται δὲ καθὸ τελειότητές εἰσι τῶν ἕξεων, οὐκ ἂν κινήσεις εἶεν. μήποτ᾿ οὖν ἄμεινον γενέσεις αὐτὰς λέγειν τινάς, εἴ γε πρὸς τὴν τελειότητα τῶν οὐσιῶν ὧν εἰσι συντελοῦσιν· οὐ γὰρ ἑκάστῳ τῶν διὰ γενέσεως τὸ εἶναι ἐχόντων ἡ ἐπὶ τὴν [*](4 δευτέρου] de an. lI, 5. 417b5 6 ἢ οὐκ Arist. 8 ἐπὶ] περὶ Sp.: fortasse περὶ ⟨τῆς ἐνεργείας⟩ 9 ἕξεως S2 Vict.: λέξεως libri ἡ add. Diels 11 ἢ οὐκ Arist. 13 οὐ καλῶς ἔχει Vict. ex; Arist. Sp.: οὐκ ἄλλως ἔχειν G: οὐκ ἄλλως ἐκεῖ VBS: οὐ καλώς ἔχει ἐκεῖ λέγειν] λέγει a 16 νοοῦν καὶ φρονοῦν Arist. 17 ὑπὸ scripsi: ἀπὸ libri 17. 18 εἰ ἡ V2B coni. Sp.: εἰ V1FSa: ἡ G 19 οὐ del. B2S2: om. a Sp. 21 εἰ add. Vict. Sp. ἡ δὲ add. B²S2a Sp. 28 κινοῖτο σωμάτων Sp.: κινεῖ τὸ σῶμα τῶν libri: κινοῖτο (κινοῖτο τὸ?) σῶμα τῶν Vict. 27 αἱ add. Sp. 28 μὲν S2a Sp.: μὲν η sic V: μὲν ἡ SF: μὲν ἣ B: μὲν ἢ S1 ἐπεὶ GFB2 Vict. Sp.: ἐπὶ VS (ὶ in lit.) 31 οὐ] ἐν coni. Sp. (et ⟨ἡ⟩ ἐπὶ): ἡ Diels Surpl. Arist. II 2 Alex. scipta minora.)

82
τελειότητα πρόοδος τῆς γενέσεως αὐτοῦ μέρος. τρόπον οὖν τινα μέρος τῆς γενέσεως τῆς τέχνης καὶ ἡ ἀπὸ τῆς ἕξεως εἰς τὴν ἐνέργειαν μεταβολὴ γινομένη διὰ κινήσεών τινων, ἐπεὶ καὶ πᾶσα γένεσις δοκεῖ γίνεσθαι διὰ κινήσεων. ἀλλ᾿ εἰ τοῦτο ἐπὶ τῶν τεχνῶν χρὴ λέγειν, ἆρά γε δεῖ τὸ αὐτὸ τοῦτο λέγειν καὶ ἐπὶ τῶν κατὰ τὰς θεωρητικὰς ἐπιστήμας, ἐνεργειῶν τινων οὐσῶν καὶ αὐτῶν; πολὺ γὰρ ἐπὶ τούτων εὐλογώτερον τὸ μὴ εἶναι κίνησίν τινα. ἀλλ᾿ εἰ χρὴ καὶ ταῦτα γενέσεις λέγειν, πᾶσα δὲ γένεσις διὰ κινήσεως, διά τινων κινουμένων εἴη ἂν γινομένη τοιάδε γένεσις. ἢ δεῖ πρῶτον γενέσθαι γνώριμον εἰς τίνος τελειότητα ἡ τοιάδε ἐνέργεια συντελεῖ. ἢ αἱ μὲν κατὰ τὰς τέχνας --- τῶν πεχνῶν καὶ τῶν τὰς τέχνας ἐχόντων, καθό εἰσι τεχνῖται, ἐπὶ δὲ τοῦ νοῦ καὶ τῶν ἀρετῶν καὶ τῶν θεωρητικῶν ἕξεων εἰς τὴν τοῦ ἀνθρώπου ἂν τελειότητα συντελοῖ ἡ ἀπὸ τῶν ἕξεων τούτων ἐνέργεια, εἴ γε καὶ αἱ ἕξεις αὗται τελειότητές εἰσι τῆς τοῦ ἀνθρώπου φύσεως, καθὸ ἄνθρωπός ἐστι. κυρίως γὰρ ἄνθρωπος ὁ τὰς ἕξεις ἔχων τε καὶ ἐνεργῶν κατὰ ταύτας, καθ᾿ ἃς τῷ ἀνθρώπῳ τὸ μάλιστα καὶ κυρίως εἶναι ἀνθρώπῳ. αἳ δὴ διδασκαλίαι κινήσεις τε καὶ ἀλλοιώσεις εἰσὶ τῶν ἕξεων, τούτων ποιητικαὶ δἰ ὧν ἡ τοῦ ἀνθρώπου τελειότης γίνεται, εἶεν ἂν καὶ τῶν ἀπ᾿ αὐτῶν ἐνεργειῶν αἴτιαι, εἴ γε πᾶν τὸ τὴν ἕξιν ἔχον εὐθὺς ἐνεργεῖ κατ᾿ αὐτήν, εἰ μή τις ἐμποδίζοι τῶν ἐμποδιζόντων ταῖς ἐνεργείαις ἀναίρεσις καὶ αὐτὴ γινομένη μετά τινος κινήσεως.