Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Προθέμενος ἐν τῷ δευτέρῳ τῶν Μετεωρολο|γικῶν εἰπεῖν περὶ θαλάσσης, τίς τε ἡ φύσις αὐτῆς καὶ διὰ τίνα αἰτίαν τοσοῦτον ἁλμυρὸν ὕδαττός ἐστι πλῆ θος, πρῶτον τὰς περὶ αὐτῆς προκαταβεβλημένας δόξας παρέθετο, ὧν ἡ μὲν τῶν θεολόγων πηγὰς οἰκείας ἔλεγεν ἔχειν τὴν θάλασσαν, τῶν δὲ φυσικῶν οἱ μὲν αὐτὴν γεγονέναι ἔλεγον ἐκ τῆς πολλῆς ὑγρότητος τῆς περὶ τὴν γῆν ἀναχθείσης ὑπὸ τῆς ἀπὸ τοῦ ἡλίου κίνησεώς τε καὶ θερμότητος, ὑπολειφθείσης δὲ ταύτης, ἣν καλοῦμεν θάλασσαν, οἱ δὲ θερμαινομένης φασὶ τῆς γῆς ὑπὸ τῆς κινήσεως τοῦ ἡλίου ἱδρῶτα ἐκκριθῆναι τὸ ὕδωρ τοῦτο, ὃ καλεῖται θάλαττα. διὰ τοῦτο γὰρ καὶ ἁλμυρὸν τὸ ὕδωρ εἶναι, ὅτι καὶ ὁ ἱδρώς. οἱ δὲ τῆς ἁλμυρότητος τὴν γῆν καὶ τὴν ποιότητα τὴν ταύτης αἰτιῶνται. τὸ γὰρ ὕδωρ ῥέον δι᾿ αὐτῆς τοιούτους τοὺς χυμοὺς λαμβάνει, ὁποίους ἂν ἔχῃ καὶ ἡ γῆ, δ᾿ ἧς δίεισί τε καὶ διηθεῖται. μεθ᾿ ἃ δείξας, ὅτι μὴ ἔχει πηγὰς οἰκείας ἡ θάλασσα τῷ πᾶν μὲν τὸ πηγαῖον ὕδωρ, εἰ μὲν αὐτόματον ᾖ, ἀπορρεῖν τε ἀπὸ τῶν πηγῶν, ἀφ᾿ ὧν ἄρχεται, καὶ μεθίστασθαι, τὸ δ᾿ ὅσον οὐκ ἀπορρεῖ χειρόκμητον εἶναι καὶ οὐκ αὐτὸ φύσει (τοιαῦτα γὰρ τὰ φρέατα), τὴν δὲ θάλασσαν μήτε τῶν χειροκμήτων εἶναι μήτε τῶν φερομένων τε καὶ μεθισταμένων ---. διὰ γὰρ τῆς θαλάσσης κινήσεις τε καὶ ἀντιπεριστάσεις αἱ μὲν γίνονται τοῦ αὐτοῦ ὕδατος μεταρρέοντος (ὃ γινόμενον ἐν πάσῃ θαλάσσῃ φανερὸν ἡμῖν γίνεται ἐν τοῖς [*](1 ἐγγενέσθαι G²S²a Sp.: ἐν γενέσει VBFG¹S¹ ἐν ᾗ circumscripsi: fortasse αὐτὴ 2 εἶναι scripsi: τι libri 5 ἡ Vict. S: η V: ἢ a 7 αὐτῶν delevi 10 αἰσθητὴν] fortasse ⟨τὴν τῶν⟩ αἰσθητῶν 12 δ᾿ delevi fortasse αὐτῷ 13 διαίρεσιν Vict.: διαιρεῖν libri 15 ὧν Schwartz: ὧν ἡ libri: ὂν Vict. 17 ἐν τῷ δευτέρῳ] Arist. Met. II, 1—3 (353 a 359 b 26) 19 πρῶ τὸν V 22 ἀναχθείσης Schwartz: ἐνεχθείσης libri τοῦ Sp.: ἀπὸ τῆσ V: ἀπὸ τοῦ a 29 ἔχει Sp.: ἔχῃ libri 30 ἀπορρεῖν Sp.: ἀπορρεῖ libri 31 μεθίστασθαι Sp.: μεθίσταται libri χειρότμητον V (corr. Sp. ex Arist.) οὐκ αὐτὸ (αὐτο V)] fortasse οὐ στάσιμον 33 excidisse videtur τὴν αἰτίαν ἀπέδωκεν τῆς φαινομένης τῆς θαλάσσης ῥύσεως)

99
στενοῖς τῷ παρὰ τὴν γῆν ἐν τοῖς τοιούτοις τόποις φανερὰν αὐτῆς γίνεσθαι τὴν μετάρρυσιν), εἰ δέ τις γίνεται αὐτῆς κίνησις ἀπὸ τῶν ὑψηλοτέρων ἐπὶ τὰ κοιλότερα φερομένης, οὐκ ἀπ᾿ οἰκείων πηγῶν ἀλλὰ τῇ τῶν ποταμῶν ἐπιχύσει ἀπὸ τῶν ὑψηλοτέρων ἐπιρρεόντων, ἀφ᾿ ὧν τὰς πηγὰς ἔχουσιν, ὡς τὴν τοιαύτην κίνησιν ἀπὸ πηγῶν μὲν τὴν ἀρχὴν ἔχειν, ἀλλ᾿ οὐ τῶν τῆς θαλάττης, ἀλλὰ τῶν ποταμῶν τῶν εἰς αὐτὴν ῥεόντων. ἐφ᾿ ἔδειξεν, ὅτι μὴ θάλαττά ἐστιν ἀρχὴ τοῦ ὕδατος καὶ τὸ τέταρτον στοιχεῖον, ὅ τινες ὑπολαμβάνοντες ἔλεγον μὴ μόνον τοὺς ποταμοὺς εἰς τὴν θάλασσαν ἰέναι, ἀλλὰ καὶ ἀπὸ τῆς θαλάττης, γλυκὺ δ᾿ ἔχειν τὸ ὕδωρ τῷ ἀπὸ τῆς γῆς αὐτὸ ἠθούμενον φέρεσθαι. ἐφ᾿ οἷς δεικνύς, ὅτι μὴ ἔστι τὸ ὕδωρ τὸ διὰ τῆς γῆς ἁλμυρὸν τῇ αὐτοῦ φύσει, ἀπέδωκεν αἰτίαν τῆς ἁλμυρότητος, ὡς λεγομένη, τὸ τοῦ ὕδατος περικειμένου τε καὶ περιτεταμένου περὶ τὴν γῆν τὸ μὲν λεπτότατον καὶ γλυκύτατον ἀνάγεσθαι καὶ ἀναθυμιᾶσθαι καθ᾿ ἑκάστην ἡμέραν ὑπὸ τῆς τοῦ ἡλίου κινήσεως, ἀτμίζον διὰ τὸ κουφότερόν τε ὂν καὶ καθαρώτερον ἐπιπολάζειν, τούτου δ᾿ ἀναγομένου συνεχῶς καὶ πάλιν μεταβάλλοντός τε καὶ καταφερομένου τὸ ἁλμυρὸν ὑπολείπεσθαι διὰ βάρος ἐν τῷ τοῦ ὕδατος οἰκείῳ τόπῳ. ἐφ᾿ οἷς ἀπορήσας πόθεν ἡ ἀρχὴ καὶ ἡ αἰτία τῆς ἁλμυρότητος τῆς οὔσης ἐν τῷ ὕδατι καὶ τῆς θαλάσσης, ἔδειξεν πᾶν τὸ γινόμενον ὕδωρ ἁλμυρὸν οὐκ ἐκ τοιούτου κατὰ μῖξίν τινος γίνεσθαι. τό τε γὰρ σύστημα τῶν ζῴων τὸ ἐν τῇ κύστει διὰ τοῦτον τὸν χυμὸν εἶναι τοιοῦτον· φαίνεται γὰρ μεμῖχθαί τι αὐτῷ γεῶδες, ὃ δῆλον γίνεται ὑφιζάνον ἐν αὐτῷ. ἀλλὰ καὶ ὁ ἱδρώς μιγνύμενον ἔχει τοιοῦτον ἐν ἑαυτῷ, ὃ λαμβάνει τὸ πινόμενον ὕδωρ ἀπὸ τοῦ σώματος, διηθούμενον δι᾿ αὐτοῦ καὶ ὥσπερ πλῦνον αὐτὸ καὶ καθαῖρον. τοιοῦτον δὲ καὶ τὸ διὰ τῆς τέφρας διηθούμενον. ἔστι δὲ τὸ μιγνύμενον τούτοις καὶ τῆς αὐτῆς ἰδιότητος αἴτιον τὸ ὅσον ἄπεπτον ἐν τοῖς σώμασι μένει, μὴ δυνηθὲν ὑπὸ τῆς πεπτούσης αὐτὸ μεταβληθῆναι θερμότητος. τοιοῦτος γὰρ ὅ τε ἱδρώς καὶ τὸ οὖρον καὶ τὸ διὰ τῆς τέφρας διηθούμενον· καὶ γὰρ ἡ τέφρα τὸ μὴ δυνηθὲν τῆς γῆς ὑπὸ τοῦ πυρὸς κρατηθῆναι καὶ μεταβαλεῖν εἰς αὐτό, ἀλλὰ ἄπεπτον μεῖναν τῆς καομένης ὕλης μόριον. ἃ κατασκευάσας ἔλαβεν, ὅτι δεῖ τοιοῦτό τι εἶναι καὶ ὃ τῷ ὕδατι μιγνύμενον τὴν θάλασσαν ἐξ αὐτοῦ ποιεῖ. εἰπὸν δὲ δεῖν ἄπεπτόν τι εἶναι περίττωμα, οὖ ἡ μῖξις τῆς πρὸς τὸ ὕδωρ αἴτιον αὐτῷ τῆς ἁλμυρότητος γίνεται, δεικνὺς τί πότ᾿ ἐστι τοῦτο, ἔλαβεν τὸ ὥσπερ ἐπὶ τῶν σωμάτων τῶν ζῴων ἐν ταῖς τροφαῖς τε καὶ μεταβολαῖς ἄπεπτά τινα περιττώματα γίνεται, ὧν τῇ πρὸς τὸ ὕδωρ μίξει γίνονταί τινες ἁλμυραί τε ὑποστάσεις ἐν αὐτοῖς καὶ πικραί, οὕτω δὴ καὶ ⟨ἐν τῷ⟩ παντὶ ἀπὸ πάντων τῶν φυομένων καὶ γινομένων ὑπολαμβάνειν δεῖ τοιαύτην τινὰ ἄπεπτον [*](9 ἀλλὰ add. B2F Sp. 9 γλυκὺν libri 11 γῆσ in lit. V fortasse γῆς ⟨διηθούμενον⟩ 12 λεγομένη τὸ] λεγομένης τῷ Sp.: γενόμενον τὸ G²: fortasse ⟨μὴ⟩ γενομένης τὸς cf. Arist. Met. 357 a 5 τοῦ] τ in lit. V 17 ἀπορρήσασ V 18 καὶ delei 20 τοῦτον] τοῦτο Sp. 24 πλύνον Sp.: πλύ|νομεν sic V: πλύνον μὲν GF: πλυνόμενον B: πλύνομεν Sa αὑτὸ Sp. 25 δὲ in lit. V αὐτῆς] τοιαύτης Schwartz 29 τοῦ in lit. V κρατηθῆναι] τη in lit. V 32 τῆς] fortasse ἡ 34 καὶ add. Sa Sp. 35 ὧν Schwartz: ὡς libri 36 ἐν τῷ addidi cf. Alex. in Meteor. 97 a 16)
100
ὑπόστασιν γίνεσθαι, καὶ πλήρη τὴν γῆν τοιαύτης καταμεμιγμένης ξηρᾶς καὶ ἀπέπτου περιττώσεως ὁμοίως τῇ τέφρᾳ· ἣν ἐν ταῖς ὑπὸ τοῦ ἡλίου γινομέναις ἀναθυμιάσεσιν ἀπό τε τῆς γῆς καὶ τοῦ ὕδατος ἐγκαταμεμιγμένην ἅτε οὖσαν κουφοτέραν ἐν ταῖς εἰς ὕδωρ συστάσεσί τε τῶν νεφῶν καὶ μεταβολαῖς ἐγκαταμιγνυμένην καὶ συγκαταφερομένην ἀεὶ ἀρχὴν καὶ αἰτίαν εἶναι τῆς ποιότητος τοῦ τῆς θαλάττης ὕδατος, ἧς περιττώσεως ἐν ταῖς ἀπὸ τῆς θαλάττης ἀναθυμιάσεσι τὸ πλεῖστον ὑπομένον. εἶναι γάρ τι καὶ συναναφερόμενον τῷ ὕδατι καὶ μεταβάλλον εἰς γλυκὺ ἐν τῇ πέψει τε καὶ τῇ ἐκ τῶν νεφῶν μεταβολῇ, --- τοῦτο δὲ τὸ ὑπομένον τῆς ἁλμυρότητος αἴτιον τῷ ὕδατι τῷ τῆς θαλάσσης. ὅτι δὲ σὺν τῷ ὑομένῳ ὕδατι τοιαύτη τις συγκαταφέρεται περίττωσις, ἔδειξεν ἐκ τοῦ τά τε νότια ὕδατα μάλιστα εἶναι πλατέα τῷ καὶ τὸν νότον ἀπὸ τῶν μερῶν ἐκείνων τὴν γένεσιν ἔχειν, ἐν οἷς πλείων ἡ ξηρά ἀναθυμίασις γίνεται, πλατύτερα δὲ καὶ τὰ πρῶτα τῶν μετοπωρινῶν ὑδάτων, ὅτι ἀνάγκη τὰ βαρύτατα πρῶτα | καταφέρεσθαι, βαρύτατα δὲ τὰ πλεῖστον τὸ γεῶδες ἐν ἑαυτοῖς ἔχοντα. ὅττι δὲ τοιοῦτο περίττωμα τῇ θαλάσσῃ πολύ, ἐπιστώσατο καὶ διὰ τοῦ θερμὴν αὐτὴν εἶναι. πάντα γὰρ ὅσα πεπύρωται ἔχει τινὰ δύναμιν θερμότητος ἐν αὐτοῖς, ὡς ἥ τε κονία καὶ ἡ τέφρα καὶ ἡ τῶν ζῴων ὑπόστασις, καὶ ἡ τῶν θερμοτέρων τὴν κοιλίαν ζῴων καὶ ὑπόστασις θερμοτέρα. ἐπιστώσατο δὲ ἁλμυρὸν γίνεσθαι κατὰ μῖξιν τοιούτου τινὸς περιττώματος καὶ ἀπὸ τῆς ἱστορίας, παραθέμενος λιμένας τε καὶ ποταμούς, ὧν ὄντων ἁλμυρῶν συμβέβηκεν καὶ τὸ ὕδωρ παχύτερόν τε εἶναι καὶ γεωδέστερον, ὡς τὸ μὲν μὴ ἐᾶν διὰ παχύτητα καταφέρεσθαι ἐν ἑαυτῷ τὰ φύσιν ἔχοντα ἐν τῷ ὕδατι τεθέντα κάτω φέρεσθαι, τὰ δὲ θερμανθέντα διὰ τὴν παχύτητα ἅλας ποιεῖν.