Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Εἰ τὸ δυνάμει ζωὴν ἔχον σημαίνει τὸ δυνάμενον ζῆν, τὸ δὲ δυνάμενον ζῆν ἐστι τὸ δυνάμενον ψυχὴν ἔχειν, πῶς οὐκ αὐτὸ δἰ αὑτοῦ ὡρίσατο ὁ τὴν ψυχὴν ὁρισάμενος ἐντελέχειαν σώματος φυσικοῦ ὀργανικοῦ δυνάμει ζωὴν ἔχοντος; ἢ οὐ κέχρηται ἐν τῷ τῆς ψυχῆς ὁρισμῷ τῷ δυνάμει ζωὴν ἔχοντι, ἀλλὰ πρότερον λαβὼν τὸ δυνάμει ζωὴν ἔχοντος”, ὕστερον ὅτε λοιπὸν τὸν ὅλον λόγον ἀποδίδωσι, μετέλαβε τὸ ὀργανικὸν εἰς τὴν εὕρεσιν καὶ λῆψιν τοῦ ὀργανικοῦ χρησάμενος τῷ δυνάμει ζωὴν ἔχοντι· τὸ δ᾿ ὀργανικόν ἐστιν ὃ ἔχει μόρια διαφερούσαις ἐνεργείαις ὑπηρετεῖσθαι δυνάμενα, ἴσον ἔλαβεν καὶ τὸ δυνάμει ζωὴν ἔχον. ἔτι εἰπών ἐντελέχειαν τὴν ψυχὴν τοῦ σώματος δυναμένου ζωὴν ἔχειν οὐ δἰ αὐτοῦ τὴν ἀπόδοσιν πεποίηται. τὴν γὰρ τοῦ σώματος φύσιν, ἐν ἡ ψυχή, ὁποία ἐστίν, ἐδήλωσεν. οὐκ ἄρα τὴν ψυχὴν ἐδήλωσεν, οὐδὲ τὴν ψυχὴν ὡρίσατο δἰ αὑτῆς. ἔτι οὐκ ἔστι ταὐτὸν ψυχὴ καὶ ζωή, ἀλλὰ τὸ μὲν ἐνεργὲς ἡ ζωή, ὅτι ἡ δἰ αὐτοῦ τροφή τε καὶ αὔξησις᾿, τὸ δὲ δυνάμει ζωὴν ἔχον λέγοιτ᾿ ἂν τὸ ὀργανικὸν ἔχον δἰ αὑτοῦ πρὸς τὸ δύνασθαι τρέφεσθαί τε καὶ αὔξεσθαι, ὃ οὐκ ἔστιν ἴσον τῷ τὴν ψυχὴν ἔχειν.