Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Εἰ ἐφ’ ἡμῖν ἐστι τοῦτο, οὖ τὸ ἀντικείμενον μὴ ἐφ’ ἡμῖν, τὸ οὖ τὸ ἀντικείμενον μὴ ἐφ’ ἡμῖν, ἐκεῖνο οὐκ ἐφ’ ἡμῖν. τοῦ δ’ ἐφ’ ἡμῖν τὸ ἀνἐν [*](2 τοῖς G2: ἄυτοῖσ sic V: αὐτοῖς G¹BFSa: τοῖς coni. Sp. 4 αὐτῇ GB: αὐτη V: αὕτη GSa θείων scripsi: οἶον libri τοῖς ⟨εἴδεσι⟩ scripsi: post τοῖς rasura 4—5 litt. V ἐναντίως scripsi: ἐναντίων libri: ἐναντίοις Sp. 4. 5 εἰδοποιεῖται Vict. 5 τούτοις scripsi: τούτων libri ἐναντίων F¹H Sp.: ἐναντίον VSGF2a 17 τοιούτου] οὐρανίου Schwartz 8 διάθεσις] θέσις Vict. 9 ἄστρων Sp. 10 pr. καὶ om. aSp. 11 σιτια V 13 τῆς Vict.: τοῖς libri καταλειπομένης Sp.: καταλειπομένοις libri 14 ἧπερ Vict.: ἅπερ libri 19 δὲ scripsi: τε (sic) VH: τε SBaSp.: om. 19. 20 αὐτοῖς καὶ τὸ εἶδος m1 signis adpositis ita colloc.: καὶ τὸ εἶδος αὐτοῖς V: αὐτοῖς καὶ τὸ εἶδος B: καὶ τὸ εἶδος αὐτοῖς FSGa Sp. 21 διαφοράν FGaSp.: διαφοραι (sic) V: διαφορᾷ BH: διαφορά 8 26 αὐτοῖς V 28 εἰ τοῦ ἐφ’ ἡμῖν τὸ tabula: εἰ τοῦτο (εἰ H) ἐφ’ ἡμῖν οὗ τὸ libri οὐδὲ τὸ αὐτὸ tabula 29 ἐφ’ἡμῖν, οὐδὲ circumscripsi 30 μὴ del. V2S²: om. aSp. οὖ το V 31 τοῦ V²S2B: τοῦτο V¹S¹GGa. Sp.: τὸ VH: οὗ τὸ SHa Sp.)

51
τικείμενον οὐκ ἐφ᾿ ἡμῖν, τῷ γὰρ ἐφ᾿ ἡμῖν τὸ οὐκ ἐφ᾿ ἡμῖν ἀντικείμενον. οὐδὲ τὸ ἐφ᾿ ἡμῖν. εἰ δὲ τὸ ἐφ᾿ ἡμῖν μὴ ἐφ᾿ ἡμῖν, οὐδέν ἐστιν ἐφ᾿ ἡμῖν. καθ᾿ ὃ ἐφ᾿ ἡμῖν ἐστιν, οὗ καὶ τὸ ἀντικείμενον ἐφ᾿ ἡμῖν, κατὰ τούτους οὐδέν ἐστιν ἐφ᾿ ἡμῖν. ἢ ψεῦδος τὸ εἰ μὴ τὸ ἐφ᾿ ἡμῖν τὸ εἶναι ἐφ᾿ ἡμῖν, οὐδέν ἐστιν ἐφ᾿ ἡμῖν. τὸ μὲν γὰρ ἐφ᾿ ἡμῖν τι εἶναι ἐν τῇ φύσει ἡμῶν καὶ τῇ οὐσίᾳ ἂν οὐκ ἐφ᾿ ἡμῖν ἐστι, ὥσπερ οὐδὲ τὸ λογικοῖς εἶναι, τὰ μέντοι πράγματα οἷς χρώμεθα κατὰ τὸ ἐφ᾿ ἡμῖν, ταῦτα ἐφ᾿ ἡμῖν. ούτων γὰρ καὶ τὰ ἀντικείμενα ἐφ᾿ ἡμῖν. τὸ μὲν γὰρ ἐφ᾿ ἡμῖν τι εἶναι οὐκ ἐφ᾿ ἡμῖν, τὸ δὲ περιπατῆσαι ἐφ᾿ ἡμῖν, ὅτι καὶ τὸ μὴ περιπατῆσαι. καὶ γὰρ ἴδιον τὸ ἀντικείμενον τοῦ ἐφ᾿ ἡμῖν οὐκ ἐφ᾿ ἡμῖν διὰ τούτου, τὸ δὲ ἐφ᾿ ἡμῖν δῆλον. ὡς οὖν τὰ ἀντικείμενα ἐφ᾿ ἡμῖν, ταῦτα καὶ αὐτὰ ἐφ᾿ ἡμῖν, ὅτι μὴ ἐφ᾿ ἡμῖν ἐν τοῖς πρακτοῖς. οὐ πρακτὸν δὲ τὸ εἶναί τι τὸ ἐφ᾿ ἡμῖν ἐν τοῖς βουλευτοῖς καὶ τοῖς ἐνδεχομένοις καὶ ἄλλως ἔχειν. οὐκ ὄντος δὲ ἐν τούτοις τοῦ εἶναί τι ἐφ᾿ ἡμῖν εἰκότως ἡ μὲν δύναμις, καθ᾿ ἥν ἐστιν ἐφ᾿ ἡμῖν, οὐκ ἐφ᾿ ἡμῖν, πρὸς ἃ δὲ χρώμεθα τῇ τοῦ ἐφ᾿ ἡμῖν τι εἶναι δυνάμει, ἐφ᾿ ἡμῖν ταῦτα, ὥσπερ καὶ ἡ μὲν χρῆσις τοῦ λόγου ἐφ᾿ ἡμῖν, οὐκ ἐφ᾿ ἡμῖν δὲ ἡ δύναμις τῆς χρήσεως.