Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Κοινὰ τῷ γένει καὶ τῇ ὕλῃ τὸ κοινὰ εἶναι πλειόνων, καὶ τὸ πρῶτα τῇ φύσει τῶν ὑπ᾿ αὐτά τε καὶ δἰ ὧν ἐστι κοινά, καὶ τὸ τῇ εἴδους τινὸς [*](1 ἐκ τοῦ αὐτοῦ] de an. II, 2. 413a 20 2 οὖν ἀρχὴν λαβόντες τῆς σκέψεως διωρίσθαι Arist. 3 ζῆν] ζωὴν B²S²a Sp. ἔχοντι σώματι om. Arist.: del. Vict. 5 ⟨δείξας⟩ μὴ coni. Sp. recte 15 αἰσθητικῶν Sp.: αἰσθητῶν libri 17 αὐτῶν coni. Sp. 21 τῷ τὰ scripsi: καὶ τὲ Vict. Sp. 21. 22 πάσας ἔχειν Vict. Sp.: πάσχειν libri 22 τὰ δέ τινας Sp.: τὰς δέ τινας libri 24 ὁμοία] Sp. videtur ἀχώριστος coniecisse 25 ὁποία a Sp. 26 καὶ delevi 27 pr. τὸ delevi 29 ψυχήν, ⟨κατὰ δεύτερον δὲ τὸ σῶμα τὸ τὴν ψυχὴν⟩ Schwartz ἔχον, οὗ οὕτως Vict. Sp. 33 δἰ del. B²)

78
συνθέσει πρὸς αὐτὰ τὰς διαφορὰς λαμβάνειν. ὡς γὰρ κοινῆς οὔσης τῆς ὕλης τὰ εἴδη ἐν αὐτῇ γινόμενα κατὰ τὴν πρὸς ἄλληλα διαφορὰν διάφορον ποιεῖ καὶ τὸ συναμφότνρον, οὕτως καὶ τοῦ γένους ὄντος κοινοῦ τὰ εἴδη καὶ αἱ διαφοραὶ συντιθέμεναι αὐτῷ κατὰ τὴν ἐν αὐτοῖς διαφορὰν ποιοῦσι τὴν ἐν τοῖς γένεσι διαφοράν· τὰ γὰρ αὐτὰ ἕτερα γίνεται τῇ τῶν διαφερόντων συνθέσει. ἢ εἴη ἂν αὐτῶν ἡ πρὸς ἄλληλα διαφορὰ κατὰ τὸ μὴ ὁμοίως ἔχειν τὸ κοινὸν πρὸς τὰ εἴδη ὧν ἐστι κοινόν. ἡ μὲν γὰρ ὕλη κοινὴ ὡς ὑποκείμενον τούτοις ὧν ἐστι κοινόν (ὑπόκειται γὰρ τοῖς εἴδεσιν), τὸ δὲ γένος κοινὸν ὡς κατηγορούμενον τῶν ὧν κοινόν ἐστιν. ἐν γὰρ τῇ ὕλῃ ὑποκειμένῃ τὰ εἴδη γίνεται ὡς ἐν τῷ χαλκῷ τὰ σχήματα, οὐχ οὕτως δ᾿ ἐν τῷ γένει τὰ εἴδη· τὰ γὰρ γένη ὧν ἐστι γένη τούτων κατηγορεῖται. καὶ ἡ μὲν ὕλη ἅμα τε πᾶσα λαμβανομένη κοινὴ τῷ πάντ᾿ ἔχειν ἐν ἑαυτῇ τὰ ἔνυλα εἴδη, ἀλλ᾿ ἕκαστον αὐτῆς μόριον καθ᾿ αὑτὸ κοινὸν καὶ αὐτὸ τῷ πάντων εἶναι παρὰ μέρος τῶν ἐναντίων δεκτικόν, τὸ δὲ γένος αὐτὸ μὲν κοινὸν τῶν οἰκείων εἰδῶν, τὸ δὲ καθ᾿ ἕκαστα αὐτοῦ οὐ κοινόν· οὐ γὰρ οἷόν τε τὸ ἐν Σωκράτει ζῷον ἐν ἄλλῳ γενέσθαι τινί. καὶ ἡ μὲν ὕλη πρᾶγμά ἐστι καὶ ὑπόκειται συντελοῦν εἰς τὸ εἶναι αὐτῶν ἑκάστῳ τῷδέ τινι, τὸ δὲ γένος ὡς γένος λαμβανόμενον οὐ πρᾶγμά τί ἐστιν ὑποκείμενον, ἀλλὰ μόνον ὄνομα, καὶ ἐν τῷ νοεῖσθαι τὸ κοινὸν εἶναι ἔχον, οὐκ ἐν ὑποστάσει τινί. καὶ ἡ μὲν ὕλη καὶ κατ᾿ ἀριθμὸν ἄφθαρτος, τὸ δὲ γένος τῷ εἴδει τὸ ἄφθαρτον ἔχει καὶ τῇ τῶν γινομένων ἀνεπιλείπτῳ διαδοχῇ, τὸ δὲ καθέκαστα φθαρτὸν αὐτοῦ. καὶ ἡ μὲν ὕλη τῆς συναμφοτέρου οὐσίας τὸ ἕτερον μόριον ἐν τῇ τοῦ συναμφοτέρου φθορᾷ χωρίζεταί τε καὶ σώζεται, τὸ δὲ γένος ἐστὶ μὲν καὶ ἐν ἁπλοῖς (τοιαῦτα γὰρ τὰ τῶν εἰδῶν καὶ τῶν συμβεβηκότων γένη· οὐ γὰρ σύνθετον οὐδὲ συναμφότερον ὡς ἐξ εἴδους καὶ ὑποκειμένου οὔτε ποιότητος οὔτε ποσότητος οὔτε τι τῶν παρὰ τὴν οὐσίαν γενῶν), ἐν δὲ τῇ συ|ναμφοτέρῳ τε καὶ ἐνύλῳ οὐσίᾳ σύνθετον μὲν τὸ γένος καὶ τὸ κοινὸν ὡς σύνθετον ἐν αὐτῇ. ὡς γὰρ τὰ καθέκαστα ἐν τῷ ζῴῳ σύνθετα, οὕτω δὴ καὶ τὰ εἴδη αὐτῶν καὶ τὰ γένη· τὸ γὰρ ζῷον εἶδός τι σημαίνει σὺν ὕλῃ, οὐ μὴν τὸ ἕτερον μέρος ἐστὶ τοῦ συναμφοτέρου ὡς ὕλη, ἀλλ᾿ αὐτὸ τὸ ζῴῳ εἶναί ἐστι τὸ εἶναι ἐξ ἀμφοῖν. διὸ οὐδ᾿ ἐχωρίζετο τῆς ὕλης παραπλησίως· ἔχον γάρ τι τοῦ εἴδους ἐν τῷ τοῦ οἰκείου λόγῳ ἐν τῇ φθορᾷ τοῦ ὅλου, ἥτις γίνεται κατὰ τὴν τοῦ εἴδους φθοράν, καὶ αὐτὸ κατὰ τὴν τοῦ φθαρτοῦ κοινωνίαν φθείρεται. διὸ τὸ ἐν Σωκράτει ζῷον μόριόν πως ὂν τοῦ γένους οὐχ ὑπομένει φθειρομένου Σωκράτους. τοῦτό τοι κἂν πάντα τὰ καθέκαστα ζῷα φθαρῇ ἀναιρεῖται καὶ τὸ ὡς γένος ζῷον ὄν, τῆς ὕλης μηδὲν τοιοῦτο πασχούσης. οὐδὲ τὰ εἴδη ὁμοίως [*](2 διαφορὰν διάφορον scripsi: διαφορὰν διαφορὰν VS: διαφορὰν διάφορον (αν alt. in lit.) B διαφορὰν a: διάφορον Sp. 6 ἠ V 10 ὑποκειμένη V 13 τῷ Vict.: τὸ libr 15 καθ ἕκαστον coni. Sp. 21 pr. τὸ om. a Sp. 22 καθ᾿ ἕκαστον coni. Sp. 26 ποιότητες et ποσότητες Schwartz recte τι] τινὸς B²S2 a, Sp. 31 αὐτῷ coni. Sp. pr. τὸ Sp.: τῷ libri 31. 32 οὐδὲ χωρίζεται τῇ ὕλῃ coni. Sp. 32 ἐν τῷ οἰκείῳ coni. Sp. 36 τοῦτό τοι suspectum Spengelio, sed cf. Ind. De an.)
79
ἔν τε τῇ ὕλῃ ἔν τε τῷ γένει. ἐν μὲν γὰρ τῇ ὕλῃ πᾶν τὸ εἶδος γίνεται οὔσῃ χωρὶς εἴδους κατὰ τὸν ἑαυτῆς λόγον, ἐν δὲ τῷ γένει φθάσαν ἤδη τὸ εἶδος τὸ κοινότερόν τε καὶ ἐν πᾶσι τοῖς ὑπὸ τὸ γένος εἴδεσι συνείληπται. διὸ οὐδὲ τὸ εἶδος πᾶν ἔτι ἐν τῷ γένει γίνεται τῷ μέρος αὐτοῦ φθάσαν τὴν τοῦ γένους συμπληροῦν φύσιν, αἱ δὲ διαφοραὶ αἱ τὸ κοινὸν τοῦ εἴδους διαιροῦσαί εἰσιν αἱ τῷ γένει συντιθέμεναι. διὸ τὸ μὲν γένος ἀχώριστον τούτων ὧν ἐστι γένος καὶ συμφθειρόμενον αὐτοῖς, καὶ οὐκ εἰδῶν ἀλλὰ μέρους εἰδῶν δεκτικόν, καὶ οὐδὲ τούτων ὡς ὑποκείμενον δεκτικόν, ἀλλὰ τῇ νοήσει λαμβανόμενόν τε καὶ χωριζόμενον τῶν σὺν οἷς ἐστιν αὐτῷ τὸ εἶναι, τῆς ὕλης πρώτης οὔσης παντὸς τοῦ ἐνύλου σώματος. ἡ μὲν γὰρ οὐκ οὖσά πως κατὰ τὸν οἰκεῖον λόγον ἐνεργείᾳ δεξαμένη τὸ εἶδος τόδε τι γίνεται ἡ πρώτη οὗσα ἀρχὴ τοῦ τόδε τι καὶ συναμφοτέρου, τὸ δὲ γένος ἀπὸ τούτων τῶν ἐνύλων τε καὶ καθ᾿ ἕκαστον τὸ εἶναι λαμβανομένου διὰ τὸν χωρισμὸν τῶν τὴν διαφορὰν αὐτοῦ δεικνύντων τε καὶ ποιούντων. καὶ ἡ μὲν ὕλη πᾶσι τοῖς ἐν γενέσει τε καὶ φθορᾷ αἰτία τοῦ εἶναί τε καὶ ὑφεστάναι, τὰ δὲ γένη ἐν τοῖς διὰ τὴν ὕλην τὸ εἶναί τε καὶ τὴν ὑπόστασιν ἔχουσιν ἐπιγίνεται ἔργον τὰ τοῦ συντιθέντος αὐτὰ διὰ τοῦ τῶν ἄλλων τῶν συνυπαρχόντων αὐτῷ τῇ ἐπινοίᾳ χωρισμοῦ. |

[*](13 τῶν om. Sp. καθέκαστα coni. Sp. τὸ] τοῦ Sp. aut τὸ—λαμβάνον bene λαμβάνει B² 17 τὰ del. B² Sp. αὐτὰ S2B²a Sp.: αὐτὸν ου sic V: αὐτὸν οὐ B¹FGS1 18 τῶν s. v. V αὐτῷ S2a Sp.: αὐτῶν libri)