Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

“Λέγωμεν οὖν τὴν ἀρχὴν τῆς σκέψεως τοῦ πράγματος λαβόντες διωρίσθαι τὸ ἔμψυχον τοῦ ἀψύχου τῷ ζῆν ἔχοντι σώματι.”

Διὰ τοῦ λαβεῖν μὲν τὸ ψυχὴν ἔχον σῶμα συναμφότερον οὐσίαν, πᾶσαν δὲ συναμφότερον οὐσίαν ἐξ ὕλης τε καὶ εἴδους εἶναι, μὴ εἶναι τὸ σῶμα ἐν ὑποκειμένῳ τινί, ἀλλ᾿ αὐτὸ εἶναι τὸ ὑποκείμενον, καὶ ἀποδοὺς λόγον τῆς ψυχῆς ἐντελέχειαν τὴν πρώτην σώματος φυσικοῦ ὀργανικοῦ, ὡς οὐδέπω ἱκανῶς δεδειγμένου τοῦ τὴν ψυχὴν εἶδος εἶναι διὰ τὸ μηδὲ τὴν αἰτίαν ἐν τῷ ἀποδεδομένῳ λόγῳ ἐμφαίνεσθαι, δι᾿ ἣν εἶδός ἐστι καὶ ἐντελέχεια ἡ ψυχὴ τοῦ τοιούτου σώματος, πάλιν ἀναλαβὼν ἄνωθεν αὐτὸ τοῦτο πειρᾶται δεικνύναι, καὶ πρῶτον μὲν ἐκτίθεται τὰς δυνάμεις τῆς ψυχῆς, καὶ δείξας τὰς μέν τινας αὐτῶν οὔσας πρώτας καὶ χωριστὰς τῶν ἄλλων, τὰς δὲ δευτέρας, καὶ τάξιν τινὰ οὖσαν ἐν αὐταῖς δείξας, καὶ ὅτι τὸ μὲν ζῆν τοῖς ἐμψύχοις παρὰ τῆς θρεπτικῆς ἐστι ψυχῆς, τὸ δὲ ζῴῳ εἶναι παρὰ τῆς αἰσθητικῆς, δείξας δὲ καὶ ἐπὶ τῶν αἰσθητικῶν τάξιν τινὰ οὖσαν, καὶ τὰς μὲν πρώτας τε καὶ χωριζομένας τῶν ἄλλων, τὰς δὲ δευτέρας τε καὶ τῶν πρὸ αὐτοῦ ἀχωρίστους, ζητήσας δὲ καὶ πότερον χρὴ ἑκάστης δυνάμεως ψυχῆς ψυχὴν λέγειν ἢ μόριον ψυχῆς, καὶ εἰ μόριον, πότερον τῷ λόγῳ μόνον χωριστὸν ἢ καὶ τόπῳ, καὶ δείξας τὰς πλείστας δυνάμεις αὐτῆς χωριζομένας λόγῳ μόνον, περὶ δὲ τοῦ νοῦ εἰπὼν εἶναί τινα ἀμφισβήτησιν, εἰπών δὲ καὶ κατ᾿ εἶδος γίνεσθαι διαφορὰς τῶν ἐμψύχων, τῷ τὰ μὲν πάσας ἔχειν τὰς δυνάμεις, τὰ δέ τινας, τὰ δὲ μίαν μόνην, ἐπὶ τούτοις ἔδειξε, πῶς εἶδος ἡ ψυχὴ καὶ ἐντελέχεια, ὅτι γὰρ τῷ τοῦ σώματός τι εἶναι τοῦ ὑποκειμένου ὁμοία οὖσα καὶ χωριστή ἐστιν αὐτοῦ. ἡ δὲ δεῖξις τοιαύτη· ἔλαβεν τὸ ἐπὶ πάντων τῶν λεγομένων εἶναι τοιούτων, ὁποῖά ἐστὶ πρώτως τε καὶ δευτέρως, καὶ καθὸ μὲν πρώτως λέγονται, τοῦτο εἶναι εἶδος αὐτῶν, καθὸ δὲ δευτέρως, τὸ ὑποκείμενόν τε καὶ ὕλην τὴν ἐκεῖνο τὸ εἶδος συνέχουσαν, καὶ τοῦτο διὰ τῆς ἐπαγωγῆς πιστωσάμενος ἔλαβεν τὸ καὶ ζῆν τὰ ἔμψυχα λέγεσθαι κατὰ πρώτην μὲν τὴν ψυχὴν --- ἔχον, οὕτως ἔχοντος ἡ μὲν ψυχὴ ἐδείχθη εἶδος οὖσα τοῦ σώματος τοῦ ἔχοντος αὐτὴν, ὕλη δὲ τὸ σῶμα.