Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

“Τὸ δὲ σπέρμα καὶ ὁ καρπὸς τὸ δυνάμει τοιόνδε σῶμα.”

Μάλιστ᾿ ἂν δεικνύοιτο ἡ ψυχὴ μὴ οὖσα ἐν ὑποκειμένῳ διὰ ταύτης τῆς λέξεως. εἰ γὰρ τὸ ὀργανικὸν σῶμα, ἐν ᾧ ἐστιν ἡ ψυχή. παρὰ τῆς ψυχῆς ἔχει τὸ ὀργανικὸν εἶναι καὶ οὔτε πρὸ τοῦ ἔχειν τὴν ψυχὴν ὀργανικὸν ἦν, οὔτε ἀπελθούσης τῆς ψυχῆς ἐστιν ὀργανικόν, οὐκ ἂν εἴη ἐν αὐτῷ ὡς ἐν ὑποκειμένῳ. ἀλλὰ μὴν οὐκ ἐν ἄλλῳ τινί ἐστι σώματι ἢ ἐν τούτῳ. τὸ γὰρ σπέρμα δυνάμει ἔμψυχον τῷ δύνασθαι γενέσθαι τοιοῦτο σῶμα, οὗ ἡ ψυχὴ τελειότης ἐστί. καὶ τὸ εἶναι τούτῳ, ὅ ἐστι, παρὰ τῆς ψυχῆς ἐστιν.

[*](1. 2 fortasse γάρ [τὸ], 2 ἐνεργὲς scripsi: ἐναργὲς V οὐσία add. Schwartz διελὼν δὲ τὸ Vict. Sp. 5 αὕτη V 11 δευτέρου] de an. ll, 1. 412b 15 13 τοιουδὶ Vict. 14 τοῦ] τοιουδὶ Arist. 15 (16. 18. 21) αὐτῷ V 22 τὴν ψυχὴν B² 24 ἐκ τοῦ αὐτοῦ] de an. ll, 1. 412 b 26 25 τοιονδὶ Arist. 32 τελειότης (ς in lit. B Vict. Sp.: τελειότητος libri)