Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Ὅὐ γὰρ τοιούτου σώματος τὸ τί ἦν εἶναι καὶ ὁ λόγος ἡ ψυχή, ἀλλὰ φυσικοῦ τοῦ ἔχοντος ἀρχὴν κινήσεως καὶ στάσεως ἐν οὑτῷ.”

Πρὸς τί τοῦ ἔχοντος ἀρχὴν κινήσεως καὶ στάσεως ἐν οὑτῷ; ἀλλ᾿ εἰ τοιοῦτο τὸ φυσικόν, πῶς ἔτι φυσικὸν τὸ θεῖον οὐκ ἔχον στάσεως ἀρχὴν ἐν αὑτῷ; ἢ ἔχει πως στάσεως ἀρχήν, εἴ γε κατὰ μὲν τὰ μέρη κινεῖται, τὸ δ᾿ ὅλον ὡς ὅλον ἕστηκεν· ἐν τῷ αὐτῷ γάρ ἐστιν ἀεί. ἢ οὐ περὶ παντὸς εἶπεν τοῦ φυσικοῦ σώματος, ἀλλὰ τοῦ ἐν ᾧ ἡ ψυχὴ γίνεται. ἢ τοῦ ἔχοντος ἀρχὴν κινήσεως καὶ στάσεως ἐν αὑτῷ οὐ περὶ φυσικοῦ σώματος λέγει, ἀλλὰ περὶ ψυχὴν ἔχοντος. ἡ γὰρ ψυχὴ ἐν τούτοις ἀρχὴ κινήσεώς τε καὶ στάσεως.