Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Εἰ ἡ ὕλη καθ᾿ αὑτὴν οὐκ οὖσα τόδε τι, καθὰ τὴν μορφὴν καὶ τὸ εἶδος ἂν δέξηταί τε καὶ σχῇ, ἤδη λέγεται τόδε, ἀπὸ τοῦδε τοῦ εἴδους ἑκάστῳ τῶν ἐνύλων τὸ εἶναι τούτῳ. ἐπὶ μὲν οὖν τῶν ἁπλῶν τε καὶ πρώτων σωμάτων οὐδ᾿ ὅλως καθ᾿ αὑτὴν ἡ ὕλη τόδε τι τῷ τὴν πρώτην καὶ κυρίως ὕλην τούτοις προσεχῶς ὑποκεῖσθαι, ἐπὶ δὲ τῶν συνθέτων σωμάτων, ἐπεὶ τούτοις μηκέτι προσεχῶς ὑποκείμενον ἡ πρώτη τε καὶ κυρίως ὕλη, ἀλλ᾿ ἔστιν ἡ ὕλη σώματα τούτοις ὑποκείμενα, εἴ γε τὰ καλούμενα στοιχεῖα ἡ τούτων ὕλη, ἔσται μὲν ἡ τούτων ὕλη τόδε τι, οὐ μὴν τὸ γενόμενον ἐξ αὐτῶν τὸ εἶναι τοῦτο ὃ γέγονεν ἀπὸ τῆς ὕλης ἔχει καὶ τοῦ ἐκείνης εἴδους, ἀλλ᾿ ἀπὸ τοῦ εἴδους τοῦ γεγονότος ἐν τῇ ποιᾷ συνθέσει τε καὶ μίξει τῶν ὑποκειμένων αὐτῷ σωμάτων. οὐ γὰρ ἐπεὶ πῦρ καὶ ἀήρ, ὕδωρ καὶ γῆ ὕλη σαρκί, ἡ σὰρξ ἀπὸ τούτων σὰρξ καλεῖταί τε καὶ ἔστιν, ἀλλ᾿ ἀπὸ τοῦ γεγονότος ἐν αὐτοῖς εἴδους, καθ᾿ ὃ τὸ εἶναί ἐστι τῇ ἐξ αὐτῶν γεγονυίᾳ σαρκί. οὐδὲ γὰρ τὴν ἀρχὴν ἐκεῖνα ἐν τῇ σαρκὶ ἔτι σώζεται. ἀλλ᾿ ὥσπερ ἐπὶ τῆς τῶν πλῶν γενέσεως σωμάτων ἡ ὑποκειμένη ὕλη αὐτοῖς, αὕτη δ᾿ ἦν ἡ πρώτη, οὐκ ἦν μὲν αὐτὴ καθ᾿ αὑτὴν τόδε τι, ἦν μέντοι ἐν ὑποστάσει ἐπ᾿ ἄλλου τινὸς εἴδους οὖσα, καὶ κατ᾿ ἐκεῖνο τόδε τι οὖσα (τὸ γὰρ γινόμενον πῦρ κατὰ μεταβολὴν τῆς ὕλης γίνεται ἀποβαλλούσης μὲν τὸ προυπάρχον εἶδος ἐν αὐτῇ, μεταβαλλούσης δὲ εἰς τὸ τοῦ πυρός, καὶ οὐχ ὅτι ἐξ ἀέρος, ἂν οὕτω τύχῃ. ἡ μεταβολὴ αὕτη, τὸ πῦρ κατὰ τὸν ἀέρα τὸ εἶναι ἔχει, ὥς γε οὐδ᾿ ὕλης εἰς τὸ πῦρ μεταβολή), οὕτως οὐδὲ τὰ σύνθετα σώματα, οἷς ἤδη προσεχὴς ὕλη τόδε τί ἐστιν, τόδε τι εἶναι ἔχει ἀπό του τῶν ὑποκειμένων αὐτοῖς σωμάτων εἴδους, ἀλλ᾿ ἀπὸ τοῦ ἐξ ἐκείνων τε καὶ ἀπ᾿ ἐκείνων γενομένου. διὸ κατὰ παντὸς μὲν ἀληθές ἐστιν τὸ πᾶσαν συναμφότερον οὐσίαν ἀπὸ τοῦ εἴδους ἔχειν τὸ εἶναι τοῦτο ὅ ἐστι, τούτου δ᾿ οὕτως ἔχοντος ἀληθὲς καὶ ὃ καθ᾿ ἑκάστην τῶν συναμφοτέρων οὐσιῶν τό τε εἶναι καὶ τὸ λέγεσθαί ἐστι, τοῦτ᾿ αὐτῶν εἶδος εἶναι, ὥστ᾿ ἐπεὶ καὶ τὸ ζῷον συναμφότερος οὐσία καὶ τῷ ζῴῳ αὐτῷ εἶναί τε καὶ λέγεσθαι παρὰ τῆς ψυχῆς τε καὶ κατὰ τὴν ψυχήν ἐστιν, εἶδος ἂν εἴη ἡ ψυχὴ τῶν ζῴων, οὕτως δὲ καὶ τῶν ἄλλων τῶν παρὰ τὰ ζῷα ἐμψύχων. ὅτι δὲ εἶδος ἡ ψυχή, ἔδειξεν ὁδῷ χρησάμενος τοιαύτῃ. ἐπεὶ τῆς οὐσίας ἡ μέν ἐστιν ὕλη, ἡ δὲ εἶδος, ἡ δὲ συναμφότερος, καὶ ἔστιν ἡ μὲν συναμφότερος ἐξ ὕλης τε καὶ εἴδους ἔχουσα τὸ τόδε τι οὐ παρὰ τῆς ὕλης, ἀλλὰ παρὰ τοῦ [*](1 μορφὴν Sp. e, Arist.: μσρφὴ libri 2 τι καὶ et ἐκ τούτων suppl. Vict. ex Arist. (sed hic τὸ ἐκ) 3 〈εἰ ἡ〉 ὕλη scripsi: ἡ ὕλη Vict.: ἤδη libri οὐκ om. a καθὰ] κατὰ Vict. 4 ἂν δέξηταί scripsi: ἐὰν δέξηται Sp.: ἐνδείξηται libri σχῆ V τόδε ⟨τι⟩ coni. Sp. 4. 5 ἑκάστῳ Sp.: ἑκάστου libri 8 ἐπὶ a 11 εἴδους Vict.: τόδε libri 14 alterum σὰρξ om. a Sp. 15 γεγονυῖα V 17 ἦν SFa Sp.: ἣν V 19 εἴδους SFa Sp.: εἶδος V 23 ὥς γε Vict.: ὅς γε libri 24 ἀπό του] ἀπὸ τοῦ a Sp. 25 ὑποκειμένων Sp.: ὑποκειμένου libri 28 ὃ scripsi: τὸ libri ἑκάστην BS²a Sp.: ἑκάστη VS1 33 τοιαύτη V (corr. v. c.) ἐπὶ a 35 τι add. B2S2a Sp.)

76
εἴδους τοῦ ἐν αὐτῇ, λαβῶν τὰ φυσικὰ σώματα οὐσίας εἶναι (ἐνεργεῖ γάρ. τὸ ἐνεργὲς δὲ οὐσία) καὶ ὅτι σύνθετος οὐσία, διελὼν τὸ φυσικὸν σῶμα τῷ ζωὴν ἔχειν, ἔλαβεν τὸ εἶναι τὸ φυσικὸν σῶμα τὸ ζωὴν ἔχον οὐσίαν σύνθετον, οὐχ ὅτι μὴ καὶ τὸ φυσικὸν σῶμα καθ᾿ αὑτὸ οὐσία σύνθετός τε καὶ συναμφότερος, ἀλλ᾿ ὅτι αὐτὴ ἤδη καὶ ἐκ τίνων σύγκειται φανερά (ἐκ γὰρ σώματος φυσικοῦ καὶ ζωῆς ἥτις ἐστὶν ἡ ψυχή), λαβὼν δὲ τὸ ζωὴν ἔχον σῶμα συναμφότερον οὐσίαν εἶναι ἐξ ὕλης τε καὶ εἴδους, καὶ δείξας ὅτι ἡ ψυχὴ οὔτε σῶμα οὔθ᾿ ὑποκείμενον ἐν τῷ ζῴῳ, ἔδειξεν ὅτι ἡ κατὰ τὸ εἶδος οὐσία ἐστὶ ψυχή. δεῖ γὰρ αὐτὴν ἢ ὡς εἶδος ἢ ὡς ὕλην εἶναι ἐν αὐτῷ. |