Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Ἐμπεδοκλῆς μὲν ταῖς ἀπορροίαις ταῖς ἀπ᾿ ἀμφοτέρων καὶ τοῖς πόροις τοῖς τῆς λίθου συμμέτροις οὖσιν ταῖς ἀπὸ τοῦ σιδήρου τὸν σίδηρον φέρεσθαι λέγει πρὸς τὴν λίθον· αἱ μὲν γὰρ τούτου ἀπόρροιαι τὸν ἀέρα τὸν ἐπὶ τοῖς τοῦ σιδήρου πόροις ἀπωθοῦσί τε καὶ κινοῦσι τὸν ἐπιπωματίζοντα αὐτούς· τούτου δὲ χωρισθέντος ἀθρόᾳ ἀπορροίᾳ ῥεούσῃ τὸν σίδηρον ἕπεσθαι· φερομένων δὲ τῶν ἀπ᾿ αὐτοῦ ἀπορροιῶν ἐπὶ τοὺς τῆς λίθου πόρους, διὰ τὸ συμμέτρους τε αὐτοῖς εἶναι καὶ ἐναρμόζειν καὶ τὸν σίδηρον σὺν ταῖς ἀπορροίαις ἕπεσθαί τε καὶ φέρεσθαι. ἐπιζητήσαι δ᾿ ἄν τις, εἰ καὶ συγχωρηθείη τὸ τῶν ἀπορροιῶν, τί δήποτε ἡ λίθος οὐχ ἕπεται ταῖς ἰδίαις ἀπορροίαις, κινεῖται δὲ πρὸς τὸν σίδηρον. οὐδὲν γὰρ μᾶλλον ἐκ τῶν εἰρημένων ἡ λίθος πρὸς τὸν σίδηρον ἢ ὁ σίδηρος κινηθήσεται πρὸς τὴν λίθον. ἔτι διὰ τί οὐ καὶ χωρὶς τῆς λίθου κινηθήσεταί ποτε σίδηρος ἐπ᾿ ἄλλο τι τῶν ἀπ᾿ αὐτοῦ ἀπορροιῶν ἀθρόων φερομένων. διὰ τί γὰρ μόναι αἱ ἀπὸ τῆς λίθου ἀπόρροιαι κινεῖν δύνανται τὸν ἐπιπωματίζοντα τοὺς τοῦ σιδήρου πόρους ἀέρα καὶ ἐπέχοντα τὰς ἀπορροίας; ἔτι διὰ τί ἄλλο οὐδὲν πρὸς ἄλλο τι οὕτω φέρεται, καίτοι πολλὰ λέγεται ὑπ᾿ αὐτοῦ συμμέτρους τοὺς πό|ρους πρὸς ἀλλήλας ταῖς ἀπορροίαις ἔχειν; λέγει γοῦν ὕδωρ οἴνῳ μᾶλλον ἐναρίθμιον, αὐτὰρ ἐλαίῳ οὐκ ἐθέλει᾿. ἀλλ᾿ οὐ φέρεται τούτων οὐδέτερον πρὸς ἕτερον. ὁ Δημόκριτος δὲ καὶ αὐτὸς ἀπορροίας τε γίνεσθαι τίθεται καὶ τὰ ὅμοια φέρεσθαι πρὸς τὰ ὅμοια, ἀλλὰ καὶ εἰς τὸ κοινὸν πάντα φέρεσθαι. ταῦθ᾿ ὑποθέμενος λαμβάνει τὸ τὴν λίθον καὶ τὸν σίδηρον ἐξ ὁμοίων ἀτόμων συγκεῖσθαι, λεπτοτέρων δὲ τὴν λίθον καὶ ὅτι εἶναι ἀραιοτέραν τε καὶ πολυκενωτέραν αὐτὴν εἶναι, καὶ διὰ τοῦτ᾿ εὐκινητοτέραν θᾶττον ἐπὶ τὸν [*](1 δ᾿ εἴπερ ἔσται Vict. Arist. Sp.: δὲ περεσθαι sic V: δέ περ εσθαι sic B: δέ περ ἔσεσθαι S1: δ᾿ εἴπερ ἕσθαι B²: δ᾿ ἐπερέσθαι GF: δ᾿ εἴπερ ἔσεσθαι S2a 2 κάτω ὡς ἐπὶ Vict. ex Arist. vulg. 2 διαλαμβάνομεν Vict. cf. Arist. vulg. 4 ⟨μὴ⟩ εἶναι coni. Sp. 6"τούτῳ] τοῦτο coni. Sp. ⟨τὸ⟩ εἰ Schwartz 7 ἄνω μὴ ὅτι Vict. ut videtur Sp. 11 τῆς om. a Sp. ταῖς] τοῖς B2S² a Sp. 12 τούτου] ταύτης B² S² a Sp. 22 αὐτοῦ B² S2a Sp.: αὐτῆς V(ῆ puncto notatum) GB1S1 26 λέγει Sp.: λέγεις libri (cf. v. 284 St. 28 δὲ v. c. V Sp.: τε V¹GSa 29 κενὸν Diels 30 λαμβάνει Sp.: λαμβάνειν libri τὸν s. v. V 31 λεπτοτέραν coni. Sp. καὶ ὅτι εἶναι VS1B1: καὶ τῶ εἶναί B²: καὶ τὸ εἶναι S2a: εἶναι καὶ coni. Sp.: καὶ ἐκείνου Diels 32 fortasse εὐκινητότερα θᾶττον] τἄτομα Diels)

73
σίδηρον φέρεσθαι (πρὸς γὰρ τὰ ὅμοια ἡ φορά), καὶ ἐνδυόμενα εἰς τοὺς πόρους τοῦ σιδήρου κινεῖν τὰ ἐν ἐκείνῳ σώματα διαδυόμενα δἰ αὐτῶν διὰ λεπτότητα, τὰ δὲ κινηθέντα ἔξω τε φέρεσθαι ἀπορρέοντα καὶ πρὸς τὴν λίθον διά τε ὁμοιότητα καὶ διὰ τὸ κενὰ ἔχειν πλείω, οἷς ἑπόμενον τὸν σίδηρον διὰ τὴν ἀθρόαν ἔκκρισίν τε καὶ φορὰν φέρεσθαι καὶ αὐτὸν πρὸς τὴν λίθον. οὐκέτι δὲ ἡ λίθος πρὸς τὸν σίδηρον φέρεται, ὅτι μὴ ἔχει τοσαῦτα ὁ σίδηρος κενὰ ὅσα ἡ λίθος. ἀλλὰ τὸ μὲν τὴν λίθον καὶ τὸν σίδηρον ἐξ ὁμοίων συγκεῖσθαι δέξαιτ᾿ ἄν τις, πῶς δὲ καὶ τὸ ἤλεκτρον καὶ τὸ ἄχυρον; ὅτι δὲ καὶ ἐπ᾿ ἐκείνων λέγεται ταύτην τὴν αἰτίαν, ἔτι πολλὰ ἑλκόμενα ὑπὸ τοῦ ἠλέκτρου, οἷς πᾶσιν εἰ ἐξ ὁμοίων σύγκειται, κἀκεῖνα ἐξ ὁμοίων ἀλλήλοις συγκείμενα ἕλκοι ἂν ἄλληλα. Διογένης δὲ ὁ Ἀπολλωνιάτης πάντα τὰ ἐλατά φησιν καὶ ἀφιέναι τινὰ ἰκμάδα ἀφ᾿ αὑτῶν πεφυκέναι καὶ ἕλκειν ἔξωθεν, τὰ μὲν πλείω, τὰ δὲ ἐλάττω, πλείστην δὲ ἀφιέναι χαλκόν τε καὶ σίδηρον, οὗ σημεῖον τό τε ἀποκαίεσθαί τι καὶ ἀπαναλίσκεσθαι ἀπ᾿ αὐτῶν ἐν τῷ πυρί, καὶ τὸ χριόμενα αὐτὰ ὄξει καὶ ἐλαίῳ ἰοῦσθαι· τοῦτο γὰρ πάσχειν διὰ τὸ ἕλκειν ἐξ αὐτῶν τὴν ἰκμάδα τὸ ὄξος. τὸ γὰρ τὸ πῦρ καίειν ἂν καίειν αὐτῷ· τῷ δὲ εἰσδυόμενον εἰς ἕκαστον ἕλκειν τε καὶ ἀναλίσκειν τὸ ἐν αὐτοῖς ὑγρόν. τοῦ σιδήρου ἕλκοντός τε καὶ πλεῖον ἀφιέντος ὑγρὸν τὴν λίθον οὖσαν ἀραιοτέραν τοῦ σιδήρου καὶ γεωδεστέραν πλεῖον ἕλκειν τὸ ὑγρὸν τὸ ἀπὸ τοῦ παρακειμένου ἀέρος ἢ ἀφιέναι. τὸ μὲν οὖν συγγενὲς ἕλκουσαν ἐν αὑτῇ δέχεσθαι, τὸ δὲ μὴ συγγενὲς ἀπωθεῖν. εἶναι δ᾿ αὐτῇ συγγενῆ τὸν σίδηρον, διὸ τὸ ἀπὸ τούτου ἕλκειν τε καὶ δέχεσθαι ἐν αὑτῇ, καὶ διὰ τῆς τούτου ἕλξεως καὶ τὸν σίδηρον ἐπισπᾶσθαι διὰ τὴν ἀθρόαν ἕλξιν τοῦ ἐν αὐτῷ ὑγροῦ, μηκέτι δὲ τὸν σίδηρον ἕλκειν τὴν λίθον τῷ μηδ᾿ οὕτως εἶναι τὸν σίδηρον ἀραιὸν ὡς δέχεσθαι δύνασθαι ἀθρόαν τὴν ἀπ᾿ αὐτῆς ὑγρότητα. ἀλλ᾿ εἰ τοῦτο, διὰ τί μόνη ἡ λίθος ἕλκει τὸν σίδηρον, τῶν δ᾿ ἄλλων οὐδὲν τὸ συγγενές, οἷον χαλκὸς καὶ μόλιβδος; ἀφίησι γὰρ καὶ ταῦτα ὑγρὸν καὶ ἕλκει, καὶ συγγενῆ τινα καὶ τούτοις ἐστίν, ὥσπερ καὶ τοῦ σιδήρου ἡ λίθος. ἔτι διὰ τί οὐ καὶ ἄλλα τινὰ ἡ λίθος ἕλκει τῶν στερεῶν, ἃ ἀφίησι πλείονα ἰκμάδα, ὧν καὶ ὁ χαλκός ἐστιν; οὐ γὰρ διότι ἐμμένει τὰ ἑλκόμενα διὰ τὴν συμμετρίαν ἕπεται τὸ ἀφ᾿ οὗπερ ῥεῖ τὸ ἑλκόμενον, ἀλλὰ [*](2 κινεῖν Sp.: κινεῖ libri 4 οἷς B2a Sp.: οἷδ᾿ VB1F: οἷς δ᾿ S²: οἱ δ᾿ S1 6 ἔχει] ι puncto notatum V 8 καὶ scripsi: εἰς libri post ἄχυρον posui sign. interr., post αἰτίαν libri 9 ὅτι] εἰ Schwartz δὲ om. a Sp. λέγεται] λέγει a Sp. 10 οἷς] ὡς coni. Sp. πᾶσιν εἰ VB¹F: πᾶσιν S¹: εἰ πάντα B²S2a: εἰ πάντα ἃ coni. Sp. 11 ἂν addidi δὲ Sp.: τε libri cf. 72, 28 16 τῷ γὰρ Sp. coni. alt. τὸ del. Panzerbieter (Diog. Apoll. p. 98) καίειν αν καίειν sic V: καίειν ἂν καίειν FGB1S1: καίειν τὴν ἐν αὐτῷ ἰκμάδα ἂν καίειν (ἰκ. ἀποκαίειν Sp. ἰκ. ἀνακαίειν vir doctus apud Sp.) B²S²a Sp. τῷ VS¹FG: τὸ BS²a Sp. αὐτὰ τὸ δὲ 〈ὄξος⟩ εἰσδυόμενον vir doctus apud Sp. fortasse καὶ γὰρ τὸ πῦρ καίειν ἃ καίει αὐτῶν τῷ [δὲ] 17 αὐτῷ B²S²a Sp. τοῦ] καὶ vel ὥστε τοῦ vir doctus apud Sp. 20 ἢ ἀφιέναι] ἢ ἀ in lit. V 21 τὸ δὲ Panzerbieter: τότε libri 22 διὸ scripsi: διὰ libri διὸ— τούτου] διὰ τοῦτο Panzerbieter: διὰ τοῦτο ⟨τὸ ὑγρὸν⟩ Sp. coni. 24 τῷ add. B2S2a Sp. μηδ᾿ scripsi: μήθ᾿ libri: μὴ Sp. τῷ σιδήρῳ Diels 29 οὐ καὶ ἄλλα B: οὐκἐαλλα sic V: οὐκ ἄλλα GSFa Sp.)
74
διότι ἕλκεται, καὶ εὐλογώτερόν γε, ὧν μηδὲ ἐμμένει ἐν τῷ ἕλκοντι ἰκμὰς ἀλλὰ παραπέμπεται, ταῦτα μᾶλλον κινεῖσθαι. καὶ γὰρ πλεῖον ἀπὸ τούτων εἰκὸς ἕλκεσθαι τῷ τὸ ἑλκόμενον ἐν ἑαυτῷ μηδὲ πληρούμενον ὑπ᾿ αὐτοῦ, ἀλλ᾿ ὅμοιον μένον ἕλκειν. ὁμοίως δὲ καθόλου ἀναγκαῖον τὸν περὶ τούτου λέγοντα πρῶτον ἐζητηκέναι, τίς ὁ τῆς ὁλκῆς τρόπος. ἕλκει γὰρ τὰ μὲν βίᾳ καὶ ἁφῇ· ταῦτα αὐτὰ κινούμενα κινεῖ. οὐχ οὕτως δὲ ἡ λίθος· ἀκίνητος γάρ. καὶ οὔτε τοῦ σιδήρου ἁπτομένη, οὔτε σπῶσα τὸν μεταξὺ ἀέρα ἢ τὸ ὕδωρ ἐπισπᾶται αὐτὸν δι᾿ αὐτῶν. καὶ γὰρ ἂν τὰ ἐπιπολέζοντα ἐν αὐτῷ καὶ κουφότερα ἕλκοι τῷ ἐπισπᾶσθαι τὸν μεταξὺ ἀέρα, ὡς τῷ θερμῷ τῷ ἐν αὐτοῖς τὸ ἤλεκτρον καὶ ἡ σικύα. οὐχ οὕτως ἐκείνη. ἐν ἐκείνοις γὰρ τὸ πῦρ κινούμενον καὶ ἐξιὸν σπᾷ τὸ παρακείμενον ὑγρὸν καὶ ἁπτόμενον ὡς σπώμενῳ τὸ συνεχὲς ἐφέλκεται, ἡ δὲ λίθος τὸν σίδηρον μόνον. εἰ γὰρ ἔσπα τὸν μεταξὺ ἀέρα, ἐφέρετ᾿ ἂν πάντα τὰ ἐν τῷ ἀέρι κουφότερα τοῦ σιδήρου ἐπὶ τὴν λίθον πρῶτα τοῦ σιδήρου. ἕλκειν δοκεῖ καὶ ἡ ὑστέρα τὰ σπέρματα καὶ αἱ φλέβες καὶ τὰ μέλη τὴν τροφήν. οὐχ οὕτως δὲ ἡ λίθος ἕλκει τὸν σίδηρον. καὶ γὰρ τούτων ὅσα ἕλκει τῷ τὸν ἀέρα καὶ τὸ ὑγρὸν σπᾶν πρῶτον τὸ μεταξὺ τοῦτο ποιεῖ κατὰ συμβεβηκός. ἕλκειν δοκεῖ καὶ ὁ ἥλιος τὸ ὕδωρ (μεταβάλλον γὰρ διὰ τὴν ἀπὸ τοῦ ἡλίου θερμότητα ἀναφέρεται εἰς τὸν κατὰ φύσιν αὐτῶν τόπον, ὅς ἐστιν ἄνω ἔνθα καὶ ὁ ἥλιος) οὐχ ὡς ἡ λίθος· οὐ γὰρ μεταβάλλει τὸν σίδηρον. ἕλκει καὶ τὴν τροφὴν τὸ ζῷον καὶ πᾶν τὸ ἐπιθυμητὸν καὶ ὀρεκτὸν οὐ τῷ ποιεῖν τὸ μεταξὺ αὐτοῦ καὶ τοῦ ὀρεγομένου ὅμοιον ἑαυτῷ (οὐ γὰρ τροφὴ γίνεται τὸ μεταξύ, οὐδ᾿ ἕλκεται τοῦτο), ἀλλὰ κινηθὲν τὸ μεταξὺ ὑπὸ τοῦ ὀρεκτοῦ διαδίδωσι τὸ εἶδος ἐπὶ τὸ κινούμενον, ὡς ἐπὶ τοῦ ὁρᾶν γίνεται. οὕτως καὶ ὁ σίδηρος ἐπὶ τὴν λίθον φέρεται, οὐχ ἕλκουσαν αὐτὸν βίᾳ πρὸς ἑαυτήν, ἀλλ᾿ ἐφέσει τούτου οὗ ἐνδεὴς μέν ἐστιν αὐτός, ἔχει δ᾿ αὐτὸ ἡ λίθος· δοκεῖ γὰρ καὶ ἡ λίθος σιδηρῖτις εἶναι, ἐξικμασμένη μέντοι ἤδη ἤτοι ὑπὸ χρόνου ἢ ὑπό τινος ἄλλης αἰτίας. οὐ μόνον γὰρ τὰ αἴσθησιν ἔχοντα καὶ τὰ ἔμψυχα ἐφίεται τοῦ κατὰ φύσιν ἑαυτοῖς, ἀλλ᾿ οὕτω πολλὰ καὶ τῶν ἀψύχων ἔχει.