Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Εἰ ἐν οἷς τὸ ὕστερον ἐξ ἀνάγκης, ⟨ἐν⟩ ἐκείνοις μόνοις ἀληθὲς δειχθείη τὸ εἰ τὸ πρῶτον, ἐξ ἀνάγ|κης τὸ ὕστερον, ἐπὶ δὲ τῆς εἰς ἄπειρον γενέσεως οὐκ ἔστι τὸ ὕστερον ἐξ ἀνάγκης τῷ μηδὲ γίνεσθαι τὸ αὐτό, οὐδ᾿ ἂν πρὸ τοῦ ἐσχάτου γινομένου ἁπλῶς ἄν τι ἐξ ἀνάγκης γίνοιτο τῷ μόνως τὰ μεταξὺ τοῦ τελευταίου τὸ ἀναγκαῖον ἁπλῶς ἔχειν παρὰ τοῦ τέλους, εἰ τοῦτο ἁπλῶς τὸ γινόμενον ἐξ ἀνάγκης. εἰ γὰρ ἐκεῖνο ἐξ ἀνάγκης ἁπλῶς, τότε καὶ τὰ πρὸ αὐτοῦ ἐξ ἀνάγκης ἔσται, τῶν μεταξὺ τοῦ τε ἐπ᾿ ἄπειρον γινομένου ἕκαστον ἐξ ὑποθέσεως τὸ ἀναγκαῖον ἔχον. εἰ γὰρ τὸ μὲν ταὐτὸ ἔσται, δεῖ καὶ τοῦτο ὂν πρὸ αὐτοῦ, καὶ ὁμοίως πάλιν ἐκεῖ τὸ ἀναγκαῖον ἕξει γὰρ ἐκεῖνο ἔσται ἐξ ἀνάγκης, εἰ τὸ μετὰ τοῦτο, καὶ οὕτως προιϊόντων, ἐπεὶ μηδὲν ἔσχατόν ἐστι τοῦ ἀπείρου ἐξ ἀνάγκης μέλλοντος γίνεσθαι. ἁπλῶς ἐξ ἀνάγκης ἐγίνετο καὶ τὰ πρὸ αὐτοῦ, οἷς πάλιν ἐξ ἀνάγκης γινομένοις εἵπετο καὶ τὸ τελευταῖον ἐξ ἀνάγκης γίνεσθαι, εἰ τὰ πρῶτα. οὐκέτ᾿ ἐπὶ τῶν οὕτω γινομένων ἔσται λαβεῖν τὴν τοιαύτην ἀκολουθίαν τὴν εἰ τὸ πρῶτον, ἐξ ἀνάγκης τὸ ὕστερον. τὸ δὲ ὥστε εἰ μὴ ἔστιν ἀρχὴ τοῦ ἀπείρου, οὐδὲ τὸ πρῶτον ἔσται, δἰ ὃ ἀναγκαῖον ἔσται γενέσθαἰ, ἴσον ἐστὶ τῷ ὥστε εἰ μὴ ἔστι τέλος τοῦ ἀπείρου᾿ ἀρχὴν γὰρ νῦν τὸ τέλος εἶπεν, ἐπεὶ ἀπὸ τοιούτου ἀρχή, εἰ ἀναγκαίως γίνοιτο τὸ καὶ τὰ πρὸ αὐτοῦ πάντα ἐξ ἀνάγκης ὀφείλειν γίνεσθαι. εἰ δὲ μὴ ἔστι τοῦτο, οὐδὲ ἡ ἀκολουθία αὕτη ἐπ᾿ αὐτοῦ ἀληθής ἐστιν ἡ λέγουσα, εἰ τὸ πρῶτον τὸ ὕστερον, τῷ τὴν τοιαύτην ἀκολουθίαν ἀληθῆ γίνεσθαι ἐν οἷς ἐστί τι ἔσχατον ἐξ ἀνάγκης γινόμενον τῷ ἕπεσθαι τοῦτο τῷ ἐξ ἀνάγκης γινομένῳ τὰ καὶ πρὸ αὐτοῦ ἐξ ἀνάγκης τε γίγνεσθαι καὶ ἀληθὲς εἶναι ἐφ᾿ ἑκάστου αὐτῶν τὸ εἰ τὸ πρῶτον, καὶ τὸ ὕστερον. ἀνάγκη γάρ, εἰ μέλλοι ἡ τοιαύτη ἀκολουθία ἀληθὴς ἔσεσθαι, εἶναί τι πέρας ἐν τοῖς λαμβανομένοις. ὅτι δ᾿ ἀρχὴν καὶ τὸ πέρας λέγει, ἔδειξεν δἰ ὧν μετ᾿ ὀλίγον εἶπεν οὕτως· [*](3 Περὶ γενέσεως καὶ φθορᾶς] II 11. 337 b 25 6 pr. τὸ] o in lit. V εἰσιν V τὸ Arist.: τῶν libri 8 διὸ καὶ ἐκεῖνο Vict. 9 ἐν add. a Sp. δειχθείη τὸ coni. Sp.: δειχθῇ τὸ (ι subscr. v. c.) V: δειχθῆτο a 10 εἰ τὸ s. v. V 13 ἁπλῶς suspectum εἰ Sp.: εἰη sic V: εἴη a 14 τὸ suspectum 15 τε del. Sp. 17 ἐκεῖ τὸ V: ἔκειτο Sa: ἐκεῖνο τὸ Vict. Sp. 18 ἕξει] ει s. v. V ⟨καὶ〉 γὰρ Sp. 21 τὰ V 23 pr. εἰ Sp.: εἰς libri 24 τὸ πρῶτον ἔσται] πρῶτον ἔσται οὐδὲν Arist. 26 εἰ Sp.: εἰη sic V: εἴη a τὸ καὶ τὰ Sp.: τοῦ καὶ τὸ libri 28 ἀληθής] ἀληθές Sp. 30 τῷ ἐξ] τὸ ἐξ a οὕτως] l. c. 338 a 6)

72
‘τούτων δ’ εἴπερ ἔσται ἀίδιος, οὐκ εἰς εὐθὺ οἷόν τε διὰ τὸ μηδαμῶς εἶναι ἀρχὴν μήτ᾿ ἂν κάτω, ἐπὶ τῶν ἐσομένων λαμβανομένων, μήτ᾿ ἂν ἄνω ἐπὶ τῶν γινομένων᾿. τὸ γὰρ μήτ᾿ ἂν κάτω ἐπὶ τῶν ἐσομένων᾿ τῆς ὡς πέρατος ἀρχῆς ἐστι δηλωτικόν. τὴν μὲν οὖν κάτω δεῖ εἶναι ἀρχήν, εἰ μέλλοι τὸ ἁπλῶς ἀναγκαῖον ἕξειν τὰ γινόμενα, ὅτι τῷ τοῦτο ὑποκεῖσθαι ἁπλῶς ἀναγκαίως ἔσεσθαι τούτῳ ἀληθὲς ἐγίνετο, εἰ τὸ πρῶτον ἐξ ἀνάγκης, καὶ τὸ ὕστερον, τὴν δὲ ἄνω, ὅτι οὕτω δυνησόμεθα λαβεῖν τὸ εἰ τὸ πρῶτον τὸ ὕστερον. |