Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Πῶς τὸ μεταβάλλον εἴς τι τῷ δύναμιν ἔχειν πρὸ τοῦ μεταβάλλειν εἰς αὐτὸ τῆς εἰς αὐτὸ μεταβολῆς κινεῖται τηρεῖ τε τὴν δύναμιν τὴν τοῦ γίνεσθαι ἐκεῖνο πάλιν ἐξ οὗ μετέβαλλεν; καὶ γίνεται πάλιν ἐκεῖνο, ὡς [*](2 μόνης a 8 εἰ add. B² tab. Sp. 11 τινι ante τάξει colloc. a Sp. 13 προνοήσαντος v. c. VSGFa Sp.: προνοήσοντοσ V1B: 13 τὸ add. Sp. 14 προνοεῖ Sp.: προνοεῖται libri 16 προνοήσοντος a Sp. 19 et 20 αὐτοῦ V 21 θείου coni. Sp. 26 ποιᾷ σχέσει Sp. αὐτὸ Sp.: αὐτοῦ libri ὑφ᾿ delei 27 καὶ παῤ Vict. 27. 2 δἰ αὐτῆς del. S2B² om. a Sp. 30 (et 33) μετέβαλεν a Sp. 32 κινεῖται et τε del. Sp. 33 γίνεσθαι scripsi: δύνασθαι libri πάλιν scripsi: πᾶν libri καὶ γίνεσθαι Vict. Sp. signum interr. posui post μετέβαλλεν, post ἐκεῖνο libri)

64
λέγει Ἀριστοτέλης ἐπὶ τοῦ κόσμου, εἰ γενητὸς εἴη· διὰ τοῦτο γάρ φησιν αὐτὸν καὶ φθαρήσεσθαι. οὐ γὰρ οὕτως ἔχοντα ὁρᾶται τὰ γινόμενα· οὔτε γὰρ τὸ βάθρον τὸ ἐκ τοῦ τοιοῦδε ξύλου γεγονὸς φυλάσσει τὴν δύναμιν ἔτι τοῦ τοιοῦτο γενέσθαι ξύλον, οὐδ᾿ εἰς ταὐτὸ ἡ μεταβολή τε καὶ φθορά, οὔθ᾿ ὁ ἔκ τινων κατὰ μεταβολὴν γινόμενος ἄνθρωπος πάλιν εἰς ἐκεῖνα φθείρεται, ἐξ ὧν ἡ γένεσις αὐτῷ, τόδε τὸ ἔμμηνον καὶ τόδε τὸ σπέρμα. ἢ τὰ μὲν κατὰ τὰς τέχνας γινόμενα οὐκ ἀνακάμπτει πάλιν ἐπὶ τὰς ὕλας, ὅτι μηδὲ ἣν τῆς τέχνης ἔργον ἡ ὕλη, ἐξ ἧς ἐποίει τὸ ἔργον, ἀλλὰ μηδ᾿ ἦν ἀντικειμένη τῷ ἔργῳ γινομένῳ, εἰς ὃ ἡ μεταβολὴ τῷ γινομένῳ. ἔχον δὲ τὸ ὑποκείμενον φυσικόν τε ὂν δύναμιν τοῦ δέξασθαί τε τοῦτο τὸ εἶδος καὶ μή, κἂν δέξηται, φυλάσσον τὴν δύναμιν τὴν τοῦ χωρίζεσθαι τοῦ εἴδους ὃ ἐδέξατο, χωρίζεταί τε αὐτοῦ καὶ φθείρεται, καὶ γίνεται αὐτῷ ἡ φθορὰ ὥσπερ οὖν καὶ ἡ γένεσις ὑπὸ ἔξωθέν τινος ἤ τινος τοιούτου, εἰ ὡς τεχνικὸν φθείροιτο, ἢ ὑπὸ φύσεως, εἰ τῇ τοῦ ὑποκειμένου σώματος φυσικῇ φθορᾷ συμφθείροιτο καὶ τὸ τῆς τέχνης ἔργον. ἐπὶ δὲ τῆς τῶν φύσει γινομένων, ὥσπερ οὖν τὸ γινόμενον, οὕτω καὶ τὸ ὑποκείμενον φύσει, καὶ ἔστι πρῶτον μὲν ὑποκείμενον ἡ ὕλη, ἥτις οὐδέποτέ ἐστιν ἐνεργείᾳ καθ᾿ αὐτήν, ἐνεργείᾳ δὲ ὑποκείμενα τὰ στοιχεῖα, ἃ ἤδη μετά τινος ποιότητός τε ὄντα καὶ ἐναντιώσεως εἰς ἄλληλα μεταβάλλει κατὰ τὰς ἐναντιώσεις, ἃς ἔχει πρὸς ἄλληλα, τῆς ὑποκειμένης αὐτοῖς ὕλης κοινῆς τε οὔσης ἀπάσης καὶ ἀλλοιούσης τὸ εἶδος κατὰ τὴν ἐπικρατοῦσαν τῆς ποιότητος ἐναντίωσιν. τῷ γὰρ τόδε τι γεγονέναι, ἔχειν δὲ δύναμιν καὶ τοῦ ἐν τῷ ἐναντίῳ τοῦδε εἶναι φυλάσσουσα τὴν δύναμιν μεταβάλλει ποτὲ καὶ εἰς ἐκεῖνο· διὸ οὐδὲν ἄφθαρτον τῶν ἁπλῶν τε καὶ γενητῶν σωμάτων. γίνεται δὲ ἐκ τῶν ἁπλῶν τούτων σωμάτων καὶ τὰ σύνθετα κατὰ μῖξίν τινα καὶ κρᾶσιν καὶ συμμετρίαν τῶν δυνάμεων, καθ᾿ ἣν οὐκ εἰς ἕν τι τῶν ἀπλῶν μεταβολὴ γίνεται, ἀλλ᾿ εἴς τι μεταξὺ μετέχον πασῶν τῶν ποιοτήτων τε καὶ δυνάμεων τῶν ἐν τοῖς ἁπλοῖς σώμασιν ὑποκειμένων, ἔχοντα δὲ δύναμιν καὶ τοῦ χωρίζεσθαι πάλιν ἀπ᾿ ἀλλήλων τὰ σώματα ἁπλᾶ ἐκ τῆς τοιαύτης μίξεως ἀναλύεταί τε καὶ χωρίζεται. διὸ οὐχ οἷόν τέ τι τῶν ἐξ αὐτῶν συγκειμένων ἄφθαρτον εἶναι. γίνεται δὲ καὶ ἡ τῶν ζῴων γένεσις κατὰ συμμετρίαν τινῶν σωμάτων ἤδη μεμιγμένων αὐτῶν (οὐ γὰρ ἀπλοῦν σῶμα τὸ ἔμμηνον), καθ᾿ ἣν συμμετρίαν ἔμψυχά τε γίνεται καὶ ἡνωμένα καὶ τάσδε τινὰς τὰς δυνάμεις ἔχοντα. ἧς ἢ συμμετρίας λυομένης τῷ τὰ ἐξ ὧν ἐγένετο μεταβάλλοντα μὴ τηρεῖν τὰς δυνάμεις, καθ᾿ ἃς ἡ συμμετρία, ἀνάλυσίς τε καὶ διάλυσις αὐτῶν γίνεται οὐκ εἰς τὰ μηκέτ᾿ ἂν αὐτοῖς σωζόμενα, οἷον καὶ τὸ ἔμμηνον. τοῦτο μὲν γὰρ ἦν καὶ αὐτὸ σύνθετον, ἥτις σύνθεσις μετὰ τὴν πρώτην μῖξίν τε καὶ ἁρμονίαν τῶν ἐξ ὧν ἡ σύνθεσις τῷ ζῴῳ σωμάτων. [*](1 cf. de Caelo I, 10. 279 b 4 fortasse γενητὸν et αὐτὸ 4 οὐδ᾿ scripsi: οὔτ᾿ libri οὐθ᾿] οὐ γὰρ coni. Sp. 10 pr. τε del. Sp. recte τε τοῦτο Sp.: γε τοῦτο libri 11 δέξηται B²S²a Sp.: δέηται VB1, s¹F 13 εἰ B² Sp.: ἢ libri 14 εἰ B² Sp.: ἢ libri 15 τῆς del. Sp. 16 γιν. et ὑποκ. mutat Schwartz 22 τοῦ Vict.: τῷ libi 29 μίξεως] ω in lit. V 30. 31 ἄφθαρτον] alt. α in lit. V 32 ἐμμένον a 34 Sp.: ἢ VS¹B¹: ἧς ἢ B2S²a 36 αὐτοῖς] fortasse αὐτὰ)
65
μεταβάλλοντα δ᾿ ἐξ ὧν ταῦτα τὰ σώματα (ταῦτα δ᾿ ἦν τὰ στοιχεῖα σωζόμενα) λύεταί τε ἀπ᾿ ἀλλήλων ἀσυμμετρίας τινὸς ἐν αὐτοῖς γινομένης τῷ πλεονεκτήσαντι ἐξ αὐτῶν (οὐ γὰρ δύναμιν ἔχοντα, ὥστ᾿ ἐπ᾿ ἄπειρον τὴν τοιαύτην συμμετρίαν φυλάσσειν), καὶ ἔστιν ἣ τε τῶν ζῴων καὶ τῶν ἄλλων τῶν συνθέτων σωμάτων φθορὰ γινομένη εἰς τὴν τῶν στοιχείων ἀνάλυσιν, ἐξ ὧν κατὰ συμμετρίαν τινὰ τὴν πρὸς ἄλληλα τῶν στοιχείων ἡ γένεσίς τε αὐτῶν καὶ ἡ σύστασις. καὶ ὁ κόσμος δὲ τῶν ἔκ τινων σωμάτων ἐνεργείᾳ ὄντων κατὰ μεταβολήν τινα γέγονεν δῆλον ὅτι τὰ σώματα ἐκεῖνα σώζεται ἐν αὐτῷ, ὧν κατὰ μεταβολὴν ἡ γένεσις αὐτῶν, σωζόμενα δὲ καὶ δυνάμενα κἀκείνως ἔχειν, ὡς ἔχοντα μεταβάλλειν εἰς τὸ κόσμος εἶναι, πάλιν ἂν μεταβάλλοι, εἰς ὃν μεταβάλλοντα οὐκέτ᾿ ἂν ὁ κόσμος εἴη, ὥσπερ ὁρῶμεν μεταβάλλοντα τά τε ἁπλᾶ σώματα εἰς ἄλληλα πρῶτα ἣν ὑποκειμένην αὐτοῖς ὕλην εἶναι δεκτικὴν τῶν εἰδοποιούντων τὰ πρῶτα σώματα, καὶ τὰ σύνθετα, ὅταν ἢ διὰ τὴν φύσιν ἢ διά τινα ἔξωθεν περίστασιν ἐπικρατήσῃ τι ἐν αὐτοῖς, ὃ λύει τὴν συμμετρίαν αὐτῶν πρὸς ἄλληλα, καθ᾿ ἣν τὸ εἶναι τῷ συνθέτῳ σώματι.