Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Ἡ ψυχή, φησίν, εἰ κινεῖ αὐτήν, ἤτοι κατ’ ἄλλο μέν τι κινεῖ, κατ’ ἄλλο δέ τι κινεῖται, καὶ οὕτως ἔσται αὐτοκίνητος, ὥστε καὶ τὸ ζῷον αὐτοκίνητόν φαμεν. τῷ γὰρ τὸ μὲν αὐτοῦ κινεῖν τὸ δὲ κινεῖσθαι τὸ ὅλον αὐτοκίνητον. κινεῖ μὲν γὰρ τὸ ἐν αὐτῷ ἡ ψυχή, κινεῖται δὲ τὸ σῶμα, καὶ οὔτε ἡ ψυχὴ διότι κινεῖ κινεῖται, οὔτε τὸ σῶμα· κινεῖται γάρ. καὶ τῶν τῆς ψυχῆς δυνάμεων, εἰ οὕτως εἴη κινουμένη, ἡ μέν ἐστι κινοῦσα ἡ δὲ κινουμένη, οὔτε τῆς κινούσης καθὸ κινεῖ κινουμένης, οὔτε τῆς κινουμένης καθὸ κινεῖται κινούσης. ἔσται οὖν οὕτως τὸ πρῶτον κινοῦν ἀκίνητον καὶ ἐπὶ τῆς ψυχῆς. εἰ γὰρ πάλιν ἡ κινοῦσα δύναμις κινεῖσθαι λέγοιτο, ἤτοι ὑφ’ αὐτῆς ἢ ὑπ’ ἄλλης ἔσται κινουμένη. εἰ μὲν οὖν ὑπ’ ἄλλης, ἐπ’ ἄπειρον προελεύσεται ἢ ἔσται τι πρῶτον κινοῦν μὲν ἀκίνητον δέ, εἰ δ’ ὑφ’ αὑτὴς, εἴη ἂν οὕτως αὐτοκίνητος, ὡς καθὸ κινεῖ. ἄμεινον τοίνυν αὐτὴν τὴν ψυχὴν οὕτω λέγειν αὐτοκίνητον. ἀλλ’ εἰ ἡ ψυχὴ οὕτως αὐτοκίνητος λέγοιτο, ὡς καθὸ κινεῖ κατὰ τοῦτο κινεῖσθαι, εἰ καθὸ ψυχὴ κινεῖ, καθ’ ὃ ψυχὴ καὶ κινηθήσεται. εἰ γὰρ εἴη κατ’ ἄλλο τι κινουμένη, οἷον φέρε εἰπεῖν κατὰ τόπον, οὐ κατὰ τὸ αὐτὸ κινήσει τε καὶ κινηθήσεται. καθ’ ὃ γὰρ ψυχὴ κινοῦσα, οὐ καθὸ ψυχὴ ἔσται κινουμένη, εἴ γε κατὰ τόπον· οὐ γὰρ κατὰ τόπον ἡ ψυχή. οὕτω δ’ ἔσται κατ’ ἄλλο μὲν κινοῦσα, κατ’ ἄλλο δὲ κινουμένη, οὐχ οὕτως δὲ ἐλέγετο κινεῖσθαι ὑφ’ αὐτῆς. καθὸ ψυχὴ κινηθήσεται. ἀλλ’ εἰ πᾶν τὸ κατά τι κινούμενόν τε καὶ μεταβάλλον ἐξίσταται τοῦ καθὸ κινεῖται, τὸ μὲν κατὰ τόπον τοῦ τόπου, τὸ δὲ κατὰ πάθος τοῦ πάθους, τὸ δὲ κατὰ μέγεθος τοῦ μεγέθους, καὶ τὸ κατὰ ψυχὴν κινούμενον ἐξίσταται τοῦ ἐν τούτῳ, ὥστε καὶ ἡ ψυχὴ εἰ καθὸ ψυχή ἐστιν ἀεὶ κινεῖται, ὑφ’ αὐτῆς καὶ μὴ κατὰ συμβεβηκὸς ἐξίσταιτο ἂν τῆς οὐσίας τῆς ἐν ἐστι καὶ τῆς ψυχῆς καθ’ ἣν τὸ εἶναι αὐτῇ.