Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Εἰ ὁ κόσμος ἀίδιος τῇ ἑαυτοῦ φύσει, τὸ δὲ κόσμῳ εἶναί ἐστι τὸ ἐν τοιᾷδε τάξει εἶναί τινι, εἴη ἂν καὶ τὴν τάξιν παρὰ τῆς ἑαυτοῦ φύσεως ἔχων. εἰ δὲ τοῦτο, οὔτε πρὸς τὸ εἶναι οὔτε πρὸς τὴν τάξιν ἣν ἔχει δέοιτ᾿ ἂν τοῦ προνοήσαντος. ἀλλὰ μὴν πᾶν τὸ προνοοῦν ἢ τοῦ εἶναι ⟨τὸ⟩ προνοούμενον προνοεῖ ἢ τοῦ εὖ εἶναι, ὧν πρὸς μηδέτερον δεόμενος τοῦ προνοήσοντος ὁ κόσμος οὐδ᾿ ἂν προνοοῖτο ὅλως. ἢ πᾶς μὲν ὁ κόσμος οὐ δεῖταί τινος προνοήσαντος, οὔτε πρὸς τὸ εἶναι, οὔτε πρὸς τὸ εὖ εἶναι, ἡ δὲ γινομένη πρόνοια ἐν τῷ κόσμῳ γίνεται μέρους μέν τινος ἐν τῷ κόσμῳ προνοοῦντος, μέρους δέ τινος προνοουμένου. ὅσον μὲν γὰρ αὐτοῦ σῶμα ἀγένητόν τε καὶ ἄφθαρτόν ἐστι, καὶ ἀεὶ κατὰ τὴν αὐτοῦ φύσιν τε καὶ ψυχὴν τεταγμένον, καὶ τὴν αὐτοῦ κίνησιν κινούμενον ἐφέσει μιμήσεως τοῦ πρώτου θεοῦ, τοῦτ᾿ οὐδὲν δεῖται τοῦ προνοήσοντος. ἐν τῇ οἰκείᾳ φύσει τήν τε κατὰ τὸ εἶναι καὶ τὴν κατὰ τὸ εὖ εἶναι τελειότητα ἔχον, ὅσον δὲ αὐτοῦ γενητόν τε καὶ φθαρτὸν καὶ τῆς παρ᾿ ἄλλου βοηθείας δεόμενον πρός τε τὸ εἶναι καὶ πρὸς τὴν διὰ τῆς εὐτάκτου μεταβολῆς κατ᾿ εἶδος ἀιδιότητα, τοῦτ᾿ ἐστὶ τὸ προνοούμενον ὑπὸ τῆς τοῦ θείου μέρους τοῦ κόσμου κινήσεως εὐτάκτου καὶ ποιᾶς σχέσεως πρὸς αὐτὸ κυβερνώμενον· ὑφ᾿ ἧς, ἐφ᾿ ὅσον ἐνδέχεται θνητόν τι ὄν, μετέχον τάξεως, παῤ ἐκείνων αὐτῆς τυγχάνον δἰ αὐτῆς φυλάσσει δἰ αὐτῆς τὴν κατ᾿ εἶδος ἀφθαρσίαν.