Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Ὅταν λέγωμεν τὴν αὐτὴν δύναμιν εἶναι τῶν ἐναντίων, οὐ τοῦτο λέγομεν, ὅτι τῇ αὐτῇ δυνάμει καὶ περιπατεῖ τις καὶ ἠρεμεῖ, καὶ λέγει καὶ σιγᾷ. οὐ γὰρ καθ᾿ ἣν δύναμιν κινεῖται, κατὰ ταύτην καὶ ἠρεμεῖ (οὕτω γὰρ ἂν γίνοιτο καὶ τὸ κινεῖσθαι ταὐτὸν τῷ ἠρεμεῖν. εἴ γε ὧν ἡ δύναμις ἡ αὐτή, τούτων καὶ ἡ ἐνέργεια ἡ αὐτή), ἀλλ᾿ ἔστι | τὸ λεγόμενον ἴσον τῷ ὃ τὸ ἐναντίον τινὶ δύναται, τοῦτο καὶ τὸ ἐναντίον ἐκείνῳ δύναται. ὃ γὰρ [*](1 titulum tabula sic exhibet εἰ τὰ κοινὰ νοήματα οὐ σῶμα, οὐδ᾿ ἂν τὸ κοινὸν σῶμα σῶμα εἴη, ὥστ᾿ οὐδ᾿ ὁρισμὸς αὐτοῦ σώματος ὁρισμὸς ἔσται 2 ⟨σῶμα⟩ εἴη et [τε] ὃν Schwartz ὂν — οὐδ᾿] ὢν τοῦ κοινοῦ ὁ coni. Sp. οὐκ ἔστι] αὐτοῦ Schwartz 6 κοινῶν τῷ Sp.: κοινὸν τὸ (νὸν in ras.) VSFH: κοινὸν τῶ G 8 νοεῖται] εῖ in lit. V 9 ἐφ᾿ ὧν coni. Sp.: ἐνίων VS: ἐνιῶν Fa: ἐνίων δὲ B 10 νουμένου V 15 σωματοσ V 17 ὢν] ὧν a τῆς BHGSa Sp.: τοῖς VF 18 ἀσώματος] σώματος Diels 19 ἄτοπόν] ἁπιόν Diels 20 σημαινομένου] νοουμένου B²S2a Sp. 21. 22 λευκὸν om. a 24 καὶ ὁ μὲν] ὁ δὲ coni. Sp. 26 λέγομεν a 29 εἴ γε G Vict. Sp.: εἰ δὲ VHSFBa)

60
πρὸς θάτερον τῶν ἐναντίων ἐπιτηδειότητα ἔχει, ἐξ ἀνάγκης καὶ πρὸς θάτερον· συνεισάγει γὰρ ἡ θατέρου δύναμις τὴν θατέρου. ἡ αὐτὴ οὖν ἀντὶ τοῦ ἴση. τῷ γὰρ τὸ δύναμίν τινος ἔχον μηδέπω μὲν εἶναι ἐν ἐκείνῳ, δύνασθαι δὲ μεταβάλλειν εἰς αὐτὸ τὸ δὲ μεταβάλλον εἴς τι ἐξ ἐναντίου τινὸς αὐτῷ μεταβάλλει. καὶ γὰρ τὸ μεταξὺ ἐναντίον ἀεὶ τῷ τὸ εἰς τὸ ἐναντίον τινὶ μεταβάλλειν μέλλον ἐν τῷ ἐναντίῳ αὐτοῦ εἶναι· ἐκ τούτου γὰρ ἡ μεταβολή. τὸ δ᾿ ὂν ἔν τινι καὶ ἀποβάλλον αὐτό, ὡς δέχεσθαι αὐτοῦ τὸ ἐναντίον, ἢ ἀμφοτέρων δύναμιν ἔχει τῷ ἑκάτερον αὐτῶν παρὰ μέρος κατέχειν καὶ ἀποβάλλειν δύνασθαι. τῷ οὖν συνεισάγειν τὴν τοῦ ἑτέρου δύναμιν καὶ τὴν θατέρου, τούτῳ ἡ αὐτὴ δύναμις τῶν ἐναντίων λέγεται. τὸ δὲ πῦρ οὐκέτι τοῦ ψυχροῦ δύναμιν ἔχει θερμὸν ὄν, ὅτι μηδὲ θερμὸν οἷόν τε δυνάμει εἶναί τότε πῦρ τε ὂν ἀλλὰ ἡ ἐνεργείᾳ τοιοῦτον. καὶ καθόλου ἀληθὲς τὸ οὗ τις δύναμιν ἔχει, τούτου δύνασθαι καὶ τὸ ἀντικείμενον. ἢ γὰρ ἐξ ἀνάγκης ἐν αὐτῷ ἔσται καὶ οὐ δυνήσεται ἔτι αὐτό, εἰ δύναται τοῦτο, δυνήσεται αὐτὸ τότε μὴ ἔχειν αὐτὸ δύναμιν ἕξει. εἰ δὲ τὸ μὴ ἔχειν ἀντίκειται τῷ ἔχειν, τὸ δύναμιν ἔχον τινὸς καὶ τοῦ ἀντικειμένου αὐτῷ δύναμιν ἔχει. οὐκ ἀνάγκη δὲ τῶν ἐναντίων καὶ τὰς δυνάμεις ἐναντίας λέγειν. τὰ μὲν γὰρ ἐναντία ἀδύνατον ἅμα τῷ αὐτῷ ὑπάρχειν, αἱ δὲ τῶν ἐναντίων δυνάμεις ἅμα εἰσὶν ἐν τῷ δυναμένῳ αὐτά, ὅταν ἐν μηδετέρῳ πως αὐτῶν ἐνεργείᾳ. ὅτε γὰρ κηρὸς δύναται καὶ τρίγωνος γενέσθαι, τότε δύναται καὶ περιφερής. πρὸ τοῦ γοῦν ἐν μηδετέρῳ τούτων εἶναι τῶν σχημάτων οὐδὲν μᾶλλον εἰς τὸ ἕτερον αὐτῶν μεταβάλλειν δύναται· ἔχον μέντοι ἀμφοτέρων ἅμα τὰς δυνάμεις οὐχ οὕτως ἔχει ὡς καὶ ἀμφότερα ἅμα δέξασθαι δυνάμενον. οὐδὲν γὰρ ἅμα τῶν ἐναντίων ἐστὶ δεκτικόν, καίτοι ἅμα αὐτῶν τὰς δυνάμεις ἔχον. εἰ γὰρ μὴ ἔχοι ἡ ὕλη ἅμα πρὸς τὰ ἐναντία ἐπιτηδειότητα, ἀλλὰ νῦν μὲν αὐτῶν τόδε δύναιτο, νῦν δὲ τόδε, οὐκ ἂν εἴη ἔτι κατὰ τὸν αὑτῆς λόγον ἄποιος --- παρουσίᾳ τινος καὶ διαφορᾷ νῦν δὲ τὸ μὲν τῶν ἐναντίων, νῦν δὲ τὸ ἕτερον δυνήσεται. διὸ τὰς μὲν τῶν ἐναντίων δυνάμεις οὐ ῥητέον ἐναντίας, εἴ γε αὗται μὲν συνυπάρχουσιν, οὐχ οἷόν τε δὲ συνυπάρχειν τὰ ἐναντία, τὰς δ᾿ ἐπ᾿ αὐτῶν εἰς τὴν ἐνέργειαν προόδους ἐναντίας ἐροῦμεν δὴ καὶ αὐτάς. |

[*](1 ἔχει, ⟨ἔχει⟩ coni. Sp. 3 ἔχον Sp.: ἔχειν libri 4 δὲ del. Sp. 5 τῷ τὸ Sp.: τὸ libri: τῷ Vict. 6 αὐτοῦ δεῖν εἶναι Vict. Sp. 8 ἢ del. B² Sp. 10 τὴν Sp.: τοῦ liri τούτῳ ἡ αὐτὴ Sp.: τούτων αὐτὴ VHB: τούτων αὕτη SFa 11 μηδὲ Sp.: μήτε libri 12 alt. τε] γε vel del. Sp.: fortasse πῦρ γε ὄν, ⟨μὴ δυνάμει⟩, ἀλλὰ [ἡ] ἐνεργεί ίᾳ τοιοῦτον ἀλλὰ ἡ VHSBa: ἀλλὰ ἦ G: ἀλλ᾿ ἀεὶ Vict. Sp. 13 δύνασθαι Schwartz: δύναται libri ἠ V 14 αὐτὸ] αὐτῶ a εἰ] καὶ εἰ Vict.: ἢ εἰ coni. Sp. bene 15 αὐτὸ τότε] καὶ αὐτὸ τῷ τε Vict. Sp. fortasse ⟨ἢ⟩ εἰ δύναται, τοῦτο δυνήσεται [αὐτὸ] τότε ⟨, ὅτε⟩ 17 τῶν ἐναντίων FG Vict. Sp.: τῷ ἐναντίῳ VHBSa 18 ἀδύνατον GB2Sa Sp.: δυνατὸν VHB1 19 ἐναντίων] τι in lit. V μηδετέρᾳ coni. Sp. 20 ἐνεργείᾳ Sp.: ἡ ἐνέργεια libri 22 δύναται add. Vict. 23 ἔχει ὡς Sp.: ἐκείνως libri 25 ἔχοι Sp.: ἔχον libri 27 lacunam ind. Schwartz 28 pr. δὲ Vict. transposuit ante τινος (27) 30 ἐναντία S¹B¹a Sp.: αἴτια VB¹GS1)