Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Ἢ τὰ κοινὰ οὐχ ἁπλῶς νοήματα, ἀλλὰ ἀπό τινων καὶ περί τινων, ταῦτα δ᾿ ἐστὶ τὰ καθέκαστα. γίνεται δὲ ἀπὸ τούτων τῶν οὐκ ὄντων κοινῶν τῷ ἀφαιρεῖσθαι αὐτῶν τῇ ἐπινοίᾳ, ταῦτα δὲ καθ᾿ αὑτὰ διαφέροντα ἀλλήλων καθέκαστά ἐστιν, ὧν ἀφαιρεθέντων τὸ καταλειπόμενον νόημα. ῆ ἐν ἅπασι τὸ κοινόν ἐστιν, ὃ τῷ μὴ οὕτως ὑφεστάναι, ὡς νοεῖται, δοκεῖ τὴν ὑπόστασιν ἔχειν ἐφ᾿ ὧν λέγεται, καὶ ἔστιν ὁρισμὸς τοῦ τοιούτου καὶ τοῦτον τὸν τρόπον νοουμένου καὶ διὰ τοῦ νοήματος εἶναι δοκοῦντος, οὐ τοῦ νοήματος, ἀλλὰ τοῦ οὕτω νοουμένου. μηνυτικὸς γὰρ ὁ ὁρισμὸς τοῦ ἀπὸ τοῦ πράγματος τοῦ ὁριζομένου νοήματος γεγονότος. σημεῖα γὰρ τὰ μὲν νοήματα τῶν πραγμάτων, οἱ δὲ λόγοι τῶν ἀπ᾿ ἐκείνων νοημάτων, ὥστε καὶ ὁ τοῦ σώματος ὁρισμὸς εἴη ἂν τοῦ νοήματος μηνυτικός, | ὃ λέγομεν ἀπὸ τοῦ σώματος κατὰ ἀφαίρεσιν τῶν ὑπαρχόντων τοῖς καθέκαστα σώμασιν, ὧν ἀφαιρεθέντων τὸ καταλειπόμενον κοινὸν καὶ ταὐτόν ἐστιν ἐν ἅπασι τοῖς σώμασιν. ὢν δὲ τῆς τοῦ σώματος φύσεώς τε καὶ οὐσίας μηνυτικὸς οὐκ ἂν εἴη ἀσωμάτου, οὐδ᾿ ἐπεὶ ἀσώματος οὗτος, καὶ τὸ νόημα τὸ ἀπὸ τοῦ σώματος διὰ τοῦτο ἄτοπόν τι λέγεται. ὁ μὲν γὰρ ὁρισμὸς λόγος, οὐ λόγος δὲ τὸ σῶμα. καὶ ἐν πᾶσι δὴ οὐ τοῦ σημαινομένου τὸ σημαινόμενον, ἐπεὶ αὐτὸ τοῦτο τίς ἀξιώσει καὶ τὸν τοῦ λευκοῦ λόγον λευκὸν εἶναι καὶ τὸν τοῦ βαρέος βαρύν; ὅτι μὲν γὰρ οὐ τοῦ νοήματος ὁ ὁρισμός, ὁ μὲν λέγει τὸ τριχῆ διεστὸς ἁπτόν᾿, οὐ τοιοῦτο δὲ τὸ νόημα· καὶ ὁ μὲν ζῷον λογικὸν θνητόν᾿, οὐδὲν δὲ τούτων ἐν τῷ νοήματι.