Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Ἐν πάσῃ μεταβολῇ ἐστι τὸ ὑποκείμενον, οὗ τὸ μεταβάλλειν κατηγορεῖται (ἔν τε γὰρ τῇ φορᾷ τὸ φερόμενον ὑπόκειται καὶ ἐκεῖνο τὸ μεταβάλλον, ἔν τε τῇ αὐξήσει τε καὶ μειώσει τὸ αὐξόμενόν τε καὶ μειούμενον, καὶ ἐν τῇ κατ᾿ ἀλλοίωσιν τὸ ἀλλοιούμενον), ἀλλὰ καὶ ἐν τῇ κατὰ γένεσιν καὶ φθορὰν μεταβολῇ ἐξ ὑποκειμένου τινὸς ἡ μεταβολή (οὐ γὰρ μὴ ἐκ τοῦ μὴ ὄντος ἡ γένεσις καὶ εἰς τὸ μὴ ὂν ἡ φθορά), καὶ ἔστιν ἐν ταύτῃ τῇ μεταβολῇ τὸ ὑποκείμενον ὑποκείμενον. καὶ ἐπὶ τῆς τῶν ἁπλῶν δὴ σωμάτων γενέσεώς τε καὶ φθορᾶς ὑποκεῖσθαί τι δεῖ καὶ τοῦτο εἶναι ὕλην αὐτῶν. ἐξ οὗ γὰρ πρώτου ἐνυπάρχοντός τινα γίνεται καὶ εἰς ὃ ἔσχατον διαλύεται, τοῦτο ὕλη αὐτῶν ἐκείνων. καὶ τὰ ἀπλᾶ δὴ σώματα ἐξ οὗ πρώτου ὑποκειμένου γίνεται, καὶ εἰς ὃ ἔσχατον διαλύεται, τοῦτο ὕλη αὐτῶν. ἀλλὰ μὴν εἰ τοῖς ἁπλοῖς σώμασιν ὑποκείμενον τὰ τρίγωνα (ἐκ τούτων γὰρ πρώτων ἡ γένεσις αὐτῶν κατ᾿ αὐτούς, καὶ εἰς ταῦτα ἔσχατα ἡ ἀνάλυσις), τὰ τρίγωνα ὕλη τῶν πλῶν σωμάτων, εἶδος δὲ ἡ ποιὰ καὶ ποσὴ τούτων σύνθεσις. εἰ δὲ τοῦτο, τὰ σώματά ἐστιν, ἀλλ᾿ οὐ τὰ εἴδη τῶν σωμάτων τὰ γινόμενα ἐκ τῶν τριγώνων κατ᾿ αὐτούς. εἰ γὰρ εἴη τις αὐτοῖς καὶ ἄλλη ὕλη ὑποκειμένη, εἴη δὲ καὶ τὰ τρίγωνα, δύο ἂν ὕλας ἔχοι, οὐδετέρας εἰς οὐδετέραν ἀναφέρεσθαι δυναμένης. εἰ δὲ λέγοιεν τὴν ὕλην κατὰ ταῦτα. --- καὶ γίνεσθαι κατὰ μὲν τάδε τὰ τρίγωνα καὶ ὧδε σχήματισθεῖσαν πῦρ, κατὰ δὲ τάδε γῆν, τί δήποτε ἡ γῆ ἀμετάβλητος αὐτοῖς εἰς τὰ ἄλλα γενήσεται, ὁμοίως τῆς ὑποκειμένης ὕλης τῇ γῇ δυναμένης καὶ κατὰ τὸ τοῦ πυρὸς καὶ κατὰ τὰ τῶν ἄλλων σωμάτων εἰδοποιὰ σχηματίζεσθαι τρίγωνα; οὐδὲ γὰρ οὐδ᾿ ἐπὶ τῶν τριγώνων αὐτὰ ἦν τὰ τρίγωνα μεταβάλλοντα, ἀλλ᾿ ἡ ὑποκειμένη ὕλη ἐσχηματίζετο κατὰ ταῦτα --- εἰς ἄλληλα, μενούσης τῆς ὑποκειμένης ὕλης, ὁμοίως ἂν εἰς ἄλληλα πάντα μεταβάλλῃ, οὐ φησὶ δ᾿ αὐτὰ ὁμοίως εἰς ἄλληλα μεταβάλλειν δῆλός ἐστιν ὕλην αὐτοῖς ὑποτιθεὶς τὰ τρίγωνα, ἐπεὶ μὴ ὁμοίως οἷά τ᾿ ἐστὶ συντίθεσθαί τε καὶ σχηματίζεσθαι, οὐδ᾿ εἰς ἄλληλα ἔτι μεταβάλλειν αὐτά φησιν. εἴ τι παρὰ τῆς ὕλης ἔχουσιν· εἰ γὰρ καὶ τὴν βαρύτητα παρὰ τῶν τριγώνων· τὸ γὰρ ἐκ πλειόνων τῶν αὐτῶν συγκείμενον βαρύτερον λέγειν οὐκέτ᾿ ἄν, εἰ γίγνοιτο ἐκ τῆς ἐκείνων συνθέσεως τὸ μαθηματικὸν σῶμα· εἰ δὲ μή, ἐκεῖνο τὸ φυσικὸν παρὰ τῶν τριγώνων αὐτοῖς τὸ φυσικοῖς εἶναι σώμασιν.

[*](1 τοὺς Πλ. a Sp. Πλ. om. tab. 4 καὶ scripsi: κατ᾿  libri 7 μὴ del. V2B Sp.: ἡ Vict. 9 τῇ μεταβολῇ Sp.: ἡ μεταβολὴ VHFBSa: ἡ ὕλη Diels ᾗ] ᾗ sic V: ἔχουσα ἣ B 11 πρὸ τοῦ a εἰς ὃ Vict.: εἰς τὸ libri 13 ὃ] τὸ a 14 εἰ Sp.: ἐν libri 15 πρώτων Sp.: πρῶτον libri 19 ἔχοιεν coni. Sp. 20 ἂν φέρεσθαι a 21 fortasse supplendum σχηματίζεσθαι 22 γῆν scripsi: τήνδε libri: τὴν γῆν Vict. 24 τὰ Schwartz: τὸ libri 25 αὐτὸ a 26 supplet εἰ δ᾿ οἷά τ᾿ ἦν μεταβάλλειν Schwartz: εἰ δὲ μεταβάλλοι ταῦτα Diels 27 μεταβάλλοι Schwartz 28 φήσας Schwartz 30 εἴ τι] fortasse ἔτι τι 31 εἰ] fortasse οὐ 33 ἂν ⟨εἴη⟩ Sp. bene 34 ἐκεῖνο τὸ φυσικὸν del. Schwartz)