Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Οὐ γὰρ τὰ συστελλόμενα ⟨καὶ⟩ εἰς ἑαυτὰ ἀναχωροῦντα συστέλλεται σώματος χωροῦντος διὰ σώματος. συστέλλεται γὰρ τοῦτο ὃ ἐνεργείᾳ ἔτι ὂν μένον ἐπὶ τῆς αὐτῆς οὐσίας ⟨εἰς⟩ ἐλάττονα ὄγκον συνάγεται ἢ ὑπό τινος ἢ ὑφ᾿ ἑαυτοῦ. πάντα δὲ τὰ τοῦτο πάσχοντα ἀποκρίσει τινὸς τοῦτο ποιεῖ (ἢ γὰρ τοῦ πνεύματος χωριζομένου τὸ λοιπὸν σῶμα εἰς τὴν τέως ὑπ᾿ ἐκείνου χώραν κατεχομένην συνέρχεται, ἢ τοῦ ὑγροῦ τοῦ ἐν αὐτοῖς παρεσπαρμένου), ἡ δὲ ὕλη οὐδὲ τὴν ἀρ|χὴν συστέλλεται τῷ μηδ᾿ ἐνεργείᾳ ὑφεστάναι. γίνεται δὲ τὰ ὑπ᾿ αὐτῆς σώματα ποτὲ μὲν ἐπὶ μείζονος ὄγκου, ποτὲ δ᾿ ἐπ᾿ ἐλάττονος τῷ τῶν σωμάτων τὰ μὲν εἶναι παχύτερά τε καὶ στερεώτερα, τὰ δὲ λεπτότερά τε καὶ ὑγρότερα, ὧν τὰ μὲν παχύτερά τε καὶ στερεώτερα εἰς τὸν ἴσον ὄγκον πλείονος ὄγκου δεῖται, τὰ δὲ ὑγρότερά τε καὶ λεπτότερα ἐλάττονος. διὸ ποτὲ μὲν ἐπὶ τῆς αὐτῆς ὕλης ἐστὶν σῶμα πλείονα κατέχον τόπον, ποτὲ δὲ ἐλάττονα τῷ τὴν αὐτὴν ὕλην τῶν ἑκατέρου τῶν σωμάτων ποιητικῶν ποιοτήτων εἶναι δεκτικήν. εἰ μὲν οὖν ἐν τῇ τῶν σωμάτων χωρήσει δἰ ἀλλήλων ἐγίνετο φθορά τις καὶ ἢ μεταβολὴ εἰς παχυμερέστερα σώματα, ἴσωι ἂν ἐδύνατο ὃν τέως τὸ ἕτερον κατεῖχεν τόπον, τοῦτον ὕστερον κατέχειν τὸ ἐκ τῆς ἀμφοτέρων μίξεως γινόμενον, εἰ δὲ τὰ αὐτὰ μένει (ἑκάτερον ὁ γὰρ αὐτῶν δοκεῖ σώζειν ἢ τὴν ἑαυτοῦ φύσιν), πῶς ἂν ἔτι γίγνοιτο τοῦτο γίνεσθαι; ἔτι ἔνια μιγνύμενα, οὐ μόνον οὐ παχύτερον ἀλλὰ καὶ λεπτότερον αὐτὸ ἢ πρόσθεν ἦν ποιεῖ, ὥστε ἔδει αὐτὸ ἐπὶ μείζονος γιγνόμενον ὄγαου καὶ τόπον κατέχειν πλείονα.

[*](1 οὖσιν V¹GFS¹: οὗσα V2BS2a Sp.: οὖσαν H 3 ᾖ V²B Sp.: ᾖ ἢ V¹: ἢ εἰ G: ἦ ἡ F: ἢ ἡ Sa 9 καὶ add. Schwartz 10 ἔτι ὂν VB: αἴτιον GSFa: τι ὂν Vict. Sp. 11 εἰς add. B²S2 a Sp. ὑπό Sp.: ἀπό libri 13 πνεύματος] ματος s. v. V 16 ὑπ᾿ αὐτῆς Vict.: ὑφ᾿ αὑτῆς libri: intellegerem ἐπὶ τῆς αὐτῆς ⟨ὕλης⟩, ut v. 20 17 τε καὶ scripsi: τὰ δὲ libri 19 ὄγκου] τόπου coni. Sp.: immo τόπον πλείονος ὄγκου 22 ποιητικῶν Vict.: ποιητικὴν libri 23 ἢ scripsi: καὶ ἡ libri 24 ἕτερον κατεῖχεν Vict. Sp.: ἕτερον κατέχει B²S²: ὕστερον κατέχειν (κατέχει B¹S1) VHGFB¹S¹: ἕτερον κατέχειν a 25 τὸ] τότ᾿ a Sp. 26 ὃ a: del. Sp. αὐτῶν Sp.: αὐτοῖς libri ἢ del. Sp. 27 γίνεσθαι] ὃ γίνεται Vict.: ᾧ γίνεται Sp.: ἂν ἐνδέχοιτο τ. γ., ἐπεὶ Diels recte 28 ἀλλὰ s. v. V post λεπτότερον excidisse coni. Sp. παχύτερον γὰρ οὐ λεπτότερον 29 δεῖ coni. Sp.)