Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Διὰ τί τὸ γινόμενον ἐκ τῆς στερήσεως μεταβάλλον ἅμα καὶ ἐκ τοῦ ἐναντίου αὐτοῦ μεταβάλλει, εἴ γε μὴ ταὐτόν ἐστιν ἡ στέρησις καὶ τὸ ἐναντίον; τὸ μὲν γὰρ ἐναντίον εἶδός τι, ἡ δὲ στέρησις ἀπουσία τούτου οὗ κατὰ τὴν ἑαυτοῦ φύσιν τὸ ὑποκείμενόν ἐστι ἐπιδεκτικόν. ἆῤ οὖν τὸ τούτου αἴτιον ἡ ὕλη, ἣ τῶν οὐσιῶν τῶν ἐν γενέσει τε καὶ φθορᾷ κοινὴ πασῶν αὐτῶν οὖσα καὶ ὑποκειμένη αὐτοῖς, δυνάμει πάντα ἐστὶ τῷ εἰς ἕκαστον αὐτῶν μεταβάλλειν δύνασθαι (διὰ τοῦτο γὰρ λέγεται δυνάμει πάντα εἶναι), [*](4 τὴν ψυχὴν V¹GFS: δὲ τὴν ψυχὴν V2B: τὴν ψυχὴν ἄρα S2B²a 5 ζῷον add. B2S2a Sp. 7 καὶ add. V2BS² a Sp. 8 ἐστι] ⟨ὅ⟩ ἐστι scripsi: ὅπερ ἐστι BS2 a Sp. δὲ] δὴ V1 (corr. V2) 9 οὖν V1SGa Sp.: ἄρα V2BH 11 ἂν add. Diels: post εἶδος V2BS2a Sp. 13 εἶδος] εἷ in lit. V 14 τοῦτο τὸ F ψυχὴν δὲ GFS ἐστι τὸ κα punctis, |θ᾿ αὑτὸ κινεῖσθαι τὴν ψυχὴν lineola subducta delevisse videtur V²: ἐστι — ψυχὴν om. Ba del, S² post ψυχὴν add. αὐτὸ καθ᾿ αὑτὸ εἶναι, ἀδύνατον καὶ καθ᾿ αὑτὸ κινεῖσθαι V²S2: post ψυχὴν add. αὐτὸ καθ᾿ αὑτὸ εἶναι ἀδύνατον καὶ καθ᾿  αὑτὸ κινεῖσθαι. ἀδύνατον δὲ καθ᾿ αὑτὴν εἶναι τὴν ψυχὴν, τὴν ψυχὴν ἄρα Ba Sp. 10 pr. ἐστι] δὲ v2 εἶναι — καθ᾿ αὑτήν om. Ba (qui corrupti loci sensum certe restituisse videntur) Sp. 16 οὐχ add. S2Ba Sp. post εἶναι add. αὐτοκίνητον S2Ba Sp. 19 ἥ τε] ἐστιν ἡ a Sp. 22 αὐτοῦ V²S²a Sp.: αὐτῇ FS¹: αὐτη sic V1 23 οὗ] οὐ V1 (corr. V2) 24 δεκτικόν coni. Sp. τὸ coni. Sp.: τόδε libri (τόδε τούτου αἴτιονς ἡ ὕλη [ἣ] Schwartz 25 ἣ V2a Sp.: ἠ V¹: ἡ HGS κοινῇ a 27 λέγεται μὲν V2S2Ba Sp. εἶναι addidi: erasum videtur V)

56
οὐδὲν μέντοι τούτων τῶν ἐξ αὐτῆς γινομένων καὶ εἰς ἃ μεταβάλλει ἐν τῷ οἰκείῳ λόγῳ καὶ ἐν τῇ οἰκείᾳ οὐσίᾳ ἔχει, ἀλλ᾿ ἔστιν ἁπόντων αὐτῶν χωριστὴ τῷ λόγῳ, τῇ μέντοι ὑποστάσει τε καὶ ὑπάρξει ἀχώριστός ἐστιν αὐτῶν τῷ ἀεί τι αὐτῶν ἔχειν ἐνεργείᾳ, καὶ μετὰ τοῦ σὺν τούτων τινὶ εἶναι ἐνεργείᾳ τε καὶ ἐν ὑποστάσει εἶναι καὶ ἐν ὑπάρξει; οὔτε γὰρ τῶν εἰδῶν τι ὧν ὕλη δεκτικὴ ἄνευ τῆς ὕλης οἷόν τε εἶναι ἐν ὑπάρξει, οὔτε τὴν ὕλην ἄνευ τινὸς εἴδους, ἀλλ᾿ ἔστιν ἀχώριστα ἀλλήλων πρὸς ὕπαρξιχ. οὖσα οὖν ἀεὶ μετά τινος εἴδους, ὧν ἐστι δεκτικὴ τῶν εἰδῶν, ἐν οἷς οὐκ ἔστι, τότε ἐστερῆσθαι λέγεται τῷ δύναμιν ἔχουσα τῆς εἰς αὐτὰ μεταβολῆς μὴ εἶναι ἐν αὐτοῖς. διὸ καὶ ὅταν εἴς τι μεταβάλλῃ, ἐκ τῆς οἰκείας ἐκείνου εἰς ὃ μεταβάλλει στερήσεως μεταβάλλειν λέγεται τῷ κατὰ μὲν τὴν πρὸς τοῦτο δύναμιν γενέσθαι τὴν εἰς τοῦτο μεταβολὴν αὐτῇ. ἦν δὲ ἡ πρὸς τοῦτο δύναμις αὐτῇ κατὰ τὴν τούτου στέρησιν. οὔτε γὰρ εἰ παρῆν αὐτῇ, ἐστέρητο ἂν οὐ|τοῦ, οὔτε εἰ μή, ἦν ἐπιτηδειότητα ἔχουσα τὴν πρὸς αὐτό. τῷ οὖν μὴ κατ᾿ ἄλλην τινὰ δύναμιν ἢ τὴν κατὰ τοῦτο τὴν εἰς τοῦτο αὐτῇ γίνεσθαι μεταβολήν, τούτῳ ἕκαστον τῶν γινομένων ἐκ τῆς οἰλεόας στερήσεως λέγεται γίνεσθαι κατὰ τὴν μεταβολὴν τοῦ ὑποκειμένου τῆς τούτου στερήσεως. διὸ καὶ κατὰ συμβεβηκὸς ἡ στέρησις ἑκάστου τῶν γινομένων ὡς στοιχεῖον ἀρχὴ τῷ τὴν μεταβάλλουσαν εἰς αὐτὸ ὕλην καὶ στοιχεῖον αὐτοῦ γινομένην κυρίως διὰ τὸ προϋπάρχειν ἐν αὐτῇ τὴν στέρησιν αὐτοῦ, τούτῳ κατὰ τοῦτο εἰς αὐτὸ μεταβάλλειν. διὰ τοῦτο ἐξ οὗ γίνεται τὸ θερμὸν θερμοῦ ἀλλ᾿ ὅτι οὐκ ἐκ γλυκέως, ὅτι τὸ οὐκ ἐκ θερμοῦ᾿ δηλωτικόν ἐστι τοῦ ἐκ τοῦ ἐν στερήσει θερμοῦ ὄντος᾿ καὶ κατὰ τὴν στέρησιν ταύτην μεταβάλλοντος. οὐ γὰρ κατὰ τὴν πρὸς γλυκύτητα δύναμιν ἡ εἰς τὸ θερμὸν μεταβολή, οὐδὲ κατὰ τὴν ταύτης στέρησιν. καὶ διὰ τοῦτο μὲν ἐκ στερήσεως, τῷ δὲ τὴν ὕλην εἰδοποιεῖσθαι τοῖς ἐναντίοις καὶ τούτων εἶναι παρὰ μέρος δεκτικήν. τῶν γοῦν πρώτων ἐξ αὐτῆς γινομένων σωμάτων εἴδη δύο, αἱ πρῶται τῶν αἰτίων ἐναντιώσεων, θερμότητος καὶ ψυχρότητος, καὶ ξρότητος καὶ ὑγρότητος. καὶ τούτοις ὁρίζεται τὰ ἀπλᾶ σώματα. ἐπεὶ τοίνυν τούτων δεκτικὴ καὶ εἴ ἐστι μετά τινος τούτων ἤ τινων, ἀναγκαῖόν ἐστιν αὐ τήν, ὅταν μὴ ἔχῃ τι τούτων ἀλλ᾿ ἐν στερήσει ᾖ αὐτῶν, ἐν τοῖς ἐναν- [*](1 οὐδὲν B Vict. Sp.: ἢ οὐδὲν ἡ GFSa: et ante οὐδὲν videtur εἶναι erasum esse et post οὐδὲν lit. 2 litt. V ⟨καὶ⟩ add. V2BS2a 2 οὐσία V 4 μετὰ τοῦ del. Sp. τινὶ V2S2HBa Sp.: τι V¹GFS1 5 ἐνεργεία V καὶ ⟨ἐν ὑποστάσει⟩ εἶναι scripsi: καὶ εἶναι V¹GFS1: ἐστι V²HS² a Sp. 9 ἐστερῆσθαι Sp.: ἐστερεῖσθαι Vict.: στερεῖσθαι VFSBHa: στερῆσθαι G 10 ἐν αὐτοῖς V²S²BHa Sp.: ἐν τούτοις G: V2 τούτοις F: ἕν V¹S1 μεταβάλλει Vict. 13 αὐτῇ] αὕτη GSa Sp. 14 αὐτῇ V² Sp.: αὕτη V¹GSa Sp.: αὐτῷ H 14 ⟨παρῆν⟩, ἦν ⟨ἂν⟩ coni. Sp. 16 αὐτῇ Sp.: αὕτη libri 21. 22 ἐξ οὗ — γλυκέως] ἐξ οὐ (οὗ B¹S2) θερμοῦ γίνεται τὸ θερμὸν οὐκ ἐκ γλυκέως (γλυκέος S²B²a Sp. V²S²Ba Sp. 23 ἐκ τοῦ del. V2S²: om. Ba 27 post δεκτικήν: ἐξ ἐναντίου λέγεται γίνεσθαι add. V2S2 (sed γενέσθαι S²a) Ba Sp. 28 αἰτίων V¹H: αἰτιῶν S¹F: del. S2V²: om. Ba Sp. 30 τούτων ἐστι δεκτικὴ V²HB 31 καὶ εἴ V¹FS: καὶ ἤ Vict.: καὶ V²Ba: ἡ coni. Sp. (καὶ ἥ in textu) 32 αὐτῶν] αὐτοῦ B: αὐτῶν σὺν θατέρῳ εἶναι τῶν ἐναντίων Vict. Sp.)
57
τίοις αὐτῶν γένεσιν οὖσιν ἔσται ἐξ ἀνάγκης ἐν τῇ τούτων στερήσει. καθὸ γάρ ἐστιν ἐν τῷ ἐναντίῳ τοῦ θερμοῦ, ἔστιν ἐν στερήσει αὐτοῦ, καὶ ἕως ἂν ἐν ἐκείνῳ ἦ, ἢ μένει καὶ ἐν στερήσει. τῷ οὖν τῇ τοῦ ἐναντίου παρουσίᾳ τὴν τοῦ ἐναντίου στέρησιν συνεζεῦχθαι καὶ ἀναγκαίως καὶ ὅταν ἐκ τῆς στερήσεως αὐτοῦ εἰς τὴν ἕξιν μεταβάλλῃ, κατ᾿ ἐκεῖνο ὃ παρὸν αἴτιον ἦν τῷ ὑποκειμένῳ τοῦ εἶναι, ἐν τῇ τούτου γίνεται στερήσει.