Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Ψυχή ἐστι καθ᾿ ὃ τὸ ζῷον ζῷόν ἐστι. καθ᾿ ὃ γὰρ διαφέρει ἐνυπάρχον αὐτῷ τὸ ζῷον τοῦ μὴ ζῴου, κατὰ τοῦτο ζῷον· κατὰ δὲ τὴν ψυχὴν ἐνυπάρχουσαν αὐτῷ διαφέρει τὸ ζῷον τοῦ μὴ ζῴου, κατὰ τὴν ψυχὴν τὸ ζῷον ζῷόν ἐστι. καθ᾿ ὃ δὲ τὸ ζῷον ζῷόν ἐστιν, εἶδος τοῦτο αὐτοῦ. πᾶν γὰρ καθ᾿ ὃ λέγεταί τε καί ἐστιν τόδε τι, εἶδος τοῦτο· καὶ γὰρ τῶν κατὰ τέχνην γινομένων ἕκαστον καὶ τῶν κατὰ φύσιν κατὰ τὸ εἶδός ἐστιν τοῦτο ὅ ἐστι. καὶ τὸ ζῷον δὴ ζῷόν ἐστι κατὰ τὸ εἶδος, ἦν δὲ κατὰ τὴν ψυχὴν ζῷον, εἶδος οὖν ἡ ψυχή. ἀλλὰ μὴν τό τινος εἶδος ἔνυλον εἶδός ἐστιν, ἡ ψυχὴ δέ τινος εἶδός ἐστιν, τοῦ γὰρ ζῴου. ἡ ψυχὴ οὖν ἔνυλον ὂν εἶδος ἀδύνατον αὐτὸ καθ᾿ αὑτὸ εἶναι. ὃ γὰρ ὕλης δεῖται πρὸς τὸ εἶναι ταύτης τι ὄν, ἀδύνατον τοῦτο χωρισθὲν αὐτῆς αὐτὸ καθ᾿ αὑτὸ εἶναι. ἡ δὲ ψυχὴ ἔνυλον εἶδός ἐστιν· ψυχὴν οὖν ἀδύνατον αὐτὴν καθ᾿ αὑτὴν εἶναί ποτε. ὃ δ᾿ ἀδύνατόν ἐστι τὸ καθ᾿ αὑτὸ κινεῖσθαι τὴν ψυχὴν ἀδύνατόν ἐστι καθ᾿ αὑτὴν εἶναι· τὴν ψυχὴν ἄρα ἀδύνατόν ἐστι καθ᾿ αὑτὴν κινεῖσθαι. ὃ δὲ μὴ καθ᾿ αὑτὸ κινητόν, οὐχ οἷόν τε εἶναι αὐτοκίνητον. ἡ δὲ ψυχὴ καθ᾿ αὑτὴν οὐ κινεῖται, ἡ ψυχὴ ἄρα οὐκ ἔστιν αὐτοκίνητος.