Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Εἰ μὲν λέγοι τις ἐν τῇ ὕλῃ γίνεσθαι τὸ εἶδος καθ᾿ αὑτό, ἔσται ἐν τῇ οὐσίᾳ τῆς ὕλης τὸ εἶδος καθ᾿ αὑτό, εἰ τὸ καθ᾿ αὑτὸ ὑπάρχον τινὶ ἐν τῇ οὐσίᾳ αὐτοῦ. ἀλλ᾿ εἰ τοῦτο, συμφθείροιτ᾿ ἂν ἡ ὕλη τῷ εἴδει φθειρομένῳ. ἢ καὶ ἐν τῇ οὐσίᾳ ἐστὶ τῆς ὕλης τὸ εἶδος. οὐ γὰρ σἷόν τε | ὕλην εἶναι ἄνευ τοῦ οἰκείου εἴδους, ἀλλὰ φθαρέντος τοῦ εἴδους ἢ χωρισθέντος οὐκέθ᾿ οἷόν τε ἐκείνην τὴν ὕλην εἶναι, ἧς ἦν εἶδος ἐκεῖνο, ἀλλὰ ἁμα ἐστίν, ὥστ᾿ εἰς τὸ εἶναι ὕλῃ συμβάλλεται αὐτῇ ἡ παρουσία τοῦ εἴδους. καθ᾿ αὑτὸ [*](2 δὲ εἶναι scripsi: δὲ τὴν V¹: δὲ V2BS²a Sp.: δὲ ἦν GFS¹L 3 τῶν ἐκείναισ V1 (corr. V²) 5 τὸ V¹GSFB2a Sp.: τόδε B1V2 διά τι V2FBa Sp.: διατι V¹: δια τί GS 7 γενέσει] νεσ in iit. V τε om. FSa Sp. 8 χάριν] ρ in lit. V 9 προνοοῦν l. c. p. 229 otiose corrigebam λέγομεν coni. Sp. κινούμενον (scil. ἐστίν) libri: κινουμένων coni. Sp. 10 ἂν εἴη V2B Sp.: ἂν εἰ S²a: ἀεί V¹GFS¹L ἀριστοτέλην a Sp. κατὰ Ἀριστοτέλη delevi cf. l. c. p. 229 sq. 12 διαμονησ sic V1 κεῖνται] κινεῖται a 15 οὐ γὰρ οἷόν τ᾿ ἦν GFSa Sp.: οὐ γὰρ οἷον τὴν V¹: οὐχ᾿ οἷόν τ᾿ ἦν V2B 16 αἴτια τοῖσ VG: αἰτία τοῖς FL: αἰτιατοῖς Sa Sp.: αἰτιατὰ τοῖς coni. Sp. τῆδε V 17 γενέσθαι a Sp. ⟨τε⟩ καὶ a Sp. 18 μὴ οὔσης V¹GFS¹L: μενούσης V2BS² Sp.: μενούσας Vict.: om. a 20. 21 πῶς—συμβεβηκὸς repetit ante εἰ (22) B 25 ἢ GFSB2 in lit. a Sp.: ἡ sic V¹: ἧ V2 ἐστὶ ἔτι a: ἐπὶ L 26 τοῦ om. a Sp. 27 ἅμα] ἄλλη coni. Kroll De Q. Aurelii Symmachi studiis (Vratisl. 1891) p. 43,11 27. 28 ὕστ᾿ εἰς] ὡς τις a 28 ὕλῃ V: τῇ ὕλῃ B2S2a Sp.: ὕλη B1S1: ὕλην GFL αὐτῇ V2B Sp.: αυτη V¹: αὐτὴ SLa Kroll: αὕτη ἡ ante καθ᾿ del. V¹: ἢ καθ᾿ a: εἰ καθ᾿ coni. Sp.)

42
οὖν ὑπάρχει τὸ εἶδος τῇ ὕλῃ ὡς ἐν τῇ οὐσίᾳ αὐτῆς ὄν, ὥσπερ καὶ τῳ Κῴῳ ὁ ἄνθρωπος καὶ παντὶ τῷ ἐν τῇ οὐσίᾳ αὐτοῦ ὄντι καθ᾿ αὑτὸ ὑπάρχοντι αὐτῷ. ἔτι τε τοὐκ ἔσται ἐν τῇ αὑτῆς φύσει ἔχουσα τὸ τῶν εἰδῶν δεκτικόν, ἀλλ᾿ αὐτὰ τὰ εἴδη. ἔτι ἤτοι ἑκάστη ὕλη ἅμα τὰ εἴδη πάντα ἕξει, ὃ ἀδύνατον (ἔστι γὰρ καὶ ἐναντίωσις ἐν τοῖς ἐνύλοις εἴδεσιν, ὡς ἐπὶ τῶν στοιχείων ὁρῶμεν, ἐξ οὗ δῆλον ὅτι μὴ πάντα ἐν τῇ αὐτῇ· ἔτι εἰ εἶχε πάντα ἡ αὐτή, οὐκ ἂν ἦν ἡ κατὰ γένεσιν μεταβολή), εἰ δ᾿ ἄλλη ἄλλο, ἄφθαρτον ἂν ἕκαστον ἦν τῶν ἐνύλων. εἰ δ᾿ ἦν φθαρτόν, καὶ ἡ ὕλη ἂν συνεφθείρετο, ἐδείχθη δ᾿ ἀίδιος οὖσα. ἀλλ᾿ οὐδ᾿ ὡς τὰ συμβεβηκότα τῇ ὕλῃ τὰ εἴδη ἐστὶν ἐν αὐτῇ. ἔσται γὰρ ἐν ὑποκειμένῳ αὐτῇ, καὶ ἤτοι οὐσία ὄντα συμβεβηκότα ἔσται, ὃ ἄτοπον, ἢ εἰ συμβεβηκότα εἴη καὶ τῆς φύσεως τῶν συμβεβηκότων, ἔσται ἡ οὐσία συναμφότερος ἐξ ὕλης καὶ συμβεβηκότος, οὕτω δ᾿ οὐκ ἔσται ἁπλῶς ἡ συναμφότερος οὐσία οὐσία, ἀλλ᾿ ὥσπερ τῶν κατὰ τέχνην γινομένων ἕκαστον. ἔτι εἰ μὲν ἦν ἡ ὕλη χωρὶς εἴδους εἶναι δυναμένη, ἐδύνατ᾿ ἂν ἐν ὑποκειμένῳ εἶναι αὐτῇ τὸ εἶδος, εἰ δὲ | σὺν εἴδει ἡ ὑπόστασις αὐτῇ, καὶ ἔστιν οὕτως ἐν ὑποκειμένῳ αὐτῇ γινόμενον τὸ εἶδος, ὡς οὔσῃ μετ᾿ εἴδους καὶ ἐν ὑποστάσει καὶ ἤδη σώματι, ἤτοι ἐν ἐκείνῳ ἔσται τῷ σώματι τῷ ἔχοντι τὸ εἶδος, ἐξ οὗ τῇ ὕλῃ ἡ εἰς τοῦτο μεταβολή (ὃ ἀδύνατον· πῶς γὰρ οἷόν τε ἐν τῷ φθειρομένῳ τῇ εἰς τοῦτο μεταβολῇ λέγειν εἶναι τοῦτο, ⟨ὅ⟩ οὐχ οἷόν τε ἐκείνου σωζομένου γίνεσθαι ἐν αὐτῇ;) ἢ ἐν τῇ τοῦτο ἐχούσῃ τὸ εἶδος εἰς ὃ μεταβέβληκεν. ἀλλ᾿ οὐδ᾿ ἐν τούτῳ οἷόν τε, εἴ γε τοῦτο μὲν τὸ σῶμα ἐκ τῆς ὕλης καὶ τούτου τοῦ εἴδους τὸ εἶναι ἔχει, οὐδὲν δὲ αὐτὸ αὑτῷ συμβέβηκεν. καὶ ἦν ἐν ὑποκειμένῳ τὸ μὴ ὡς μέρος ὃν ἐν ᾧ ἐστιν, τὸ δ᾿ εἶδος τοῦτο μέρος ἐστὶ τοῦ ὑποκειμένου. μήποτ᾿ οὖν οὕτως συμβεβηκὸς ἐν τῇ ὕλῃ τὸ εἶδος, καὶ ἐν ὑποκειμένῳ καθ᾿ αὑτὸ οὕτως, ὡς λέγεται καθ᾿ αὑτὰ ὑπάρχειν τινὶ τὰ ἐν τῇ οὐσίᾳ αὐτοῦ ὄντα, ἀλλ᾿ ἐπεὶ ἦν καὶ ἄλλος τρόπος τοῦ καθ᾿ αὑτό, οὗ καὶ Ἀριστοτέλης καὶ Θεόφραστος ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς μνημονεύουσιν, οὗτος δ᾿ ἐστὶν καθ᾿ ὃν ἐλέγετο καθ᾿ αὑτὸ ὑπάρχειν τινί, οὗ ἐν τῷ ὁρισμῷ τὸ ᾧ ὑπάρχει παραλαμβάνεται, καθ᾿ ὃν τρόπον τοῦ καθ᾿ αὑτὸ ὁ περιττὸς ἀριθμὸς καὶ ἄρτιος ὑπάρχουσιν τῷ ἀριθμῷ (ἑκάτερον γὰρ αὐτῶν ὁριζόμενοι τῷ ἀριθμῷ ἐν τῷ ὁρισμῷ χρώμεθα αὐτῶν [*](2 exspectas πᾶν τὸ ἐν τῇ οὐσίᾳ αὐτοῦ ὄν τι et ὑπάρχον [τι] αὐτῷ (ὑπάρχον τι αὐ. Kroll) 3 αὐτῆσ V 4 ἤτοι] fortasse οὐκέτι 6 εἰ om. V1 (add. V2) 8 ἄφθαρτον] φθαρτὸν coni. Sp. εἰ δ᾿ ἦν V²BS²a Sp.: ἡ εἰ L: ἢ εἰ GFS¹: εἴη V1 10 αὐτῇ V2 Sp.: αὕτη Fa: αὐτη V¹: αυτη 15 αὐτῇ a Sp.: αυτη sic V: αὐτὴ L 16 αὐτῇ (prius) V² Sp.: αυτη V: αὕτη SLa: αὐτὴ F αὐτῇ (alterum) V²a: αὐτὴ FL: αυτη V¹ 19 ἡ εἰς V2B Sp.: εἰς V1GFSLa 20 ὃ add. V²B Sp. 22 οὐδ᾿ ἐν τούτῳ V2 GFS2L: οὐδὲν τούτωι V¹B¹S: οὐδὲν τούτων B²: οὐδὲ τούτω S2a: οὐδὲ τοῦτο Sp. 23 τοῦ τούτου a Sp.: τοῦ ταύτην coni. Sp. αὐτῷ V1 (corr. V2) 24 ἦν V¹GFS¹L: ἐστιν V2BS2a τούτου a Sp. 25 μήποθ᾿ V¹ (corr. V²) οὕτως] οὔτε B²: οὐ Schwartz, quod placet 26 καθ᾿ αὑτὸ οὕτως scripsi: οὕτως καθ᾿ αὑτὸ V²GFSBLa Sp.: κατ᾿ αὐτὸ οὕτωσ V¹ οὕτως] οὕτε B 28. 29 Ὑστέροις ἀναλυτικοῖς] Anal. post. I, 4 73a34 sqq. 31 αὑτὸ V²BS²a Sp.: αὑτὸν V1FS1L 32 ἐν τῷ s. v. V αὐτῶν V: om. a Sp.)
43
λέγοντες τὸν | μὲν περιττὸν ἀριθμὸν εἰς ἄνισα διαιρούμενον, τὸν δ᾿ ἄρτιον ἀριθμὸν εἰς ἴσα διαιρούμενον)· δοκεῖ γὰρ καὶ ἐν τῷ τοῦ ἐνύλου εἴδους λόγῳ ἡ ὕλη παραλαμβάνεσθαι, ἐν ᾗ ἐστι. παντὶ μὲν γὰρ ἐνύλῳ κατὰ τὸ εἶδος ὁ λόγος (κατὰ γὰρ τοῦτ᾿ αὐτῷ τὸ τί ἦν εἶναι), οὐ μὴν ἀλλὰ καὶ τῆς ὕλης ἀναγκαῖον μνημονεύειν αὐτόν· καὶ γὰρ σαρκὸς καὶ ὀστοῦ, ἀλλὰ καὶ χειρὸς καὶ προσώπου οἱ λόγοι τοιοῦτοι. καὶ τὴν ψυχὴν δὲ ὁριζόμενοι εἶδος οὖσαν ἔνυλον ἐν τῷ ὁρισμῷ αὐτῆς καὶ τὸ οὗ ἐστι παραλαμβάνομεν. τοῦτο γὰρ σημαίνεται ὑπὸ σώματος φυσικοῦ ὀργανικοῦ. καὶ ὡς ἐπὶ τῶν ἀριθμῶν οὐ πᾶς μὲν ἀριθμὸς περιττός, οὐδὲ πᾶς ἀριθμὸς ἄρτιος, πᾶς μέντοι ἄρτιος ἀριθμός, καὶ πᾶς περιττὸς ὁμοίως ἀριθμὸς καὶ οὗτος, οὕτως καὶ ἐπὶ τοῦ εἴδους καὶ τῆς ὕλης οὐ πᾶσα μὲν ὕλη μετὰ τοῦδέ τινος τοῦ εἴδους, πᾶν δὲ ἔνυλον εἶδος ἐν ὕλῃ, καὶ ὡς ἐπ᾿ ἐκείνων ὁ μὲν ἀριθμὸς οὐκ ἀπόλλυται ἐν τῇ εἰς τὸ ἄρτιον ἢ περιττὸν μεταβολῇ, τὸ δ᾿ ἄρτιον καὶ περιττὸν ἐν αὐτῷ παρὰ μέρος φθείρεται τῇ εἰς τὰ εἴδη μεταβολῇ, τὰ μέντοι εἴδη παρὰ μέρος φθείρεται. οὕτω καὶ ἡ ὕλη οὐκ ἀπόλλυται ἐν τῇ εἰς τὰ εἴδη μεταβολῇ, τὰ μέντοι εἴδη παρὰ μέρος φθείρεται ἐν τῇ τῆς ὕλης εἰς αὐτὰ μεταβολῆ.

[*](3 ἡ V²BS²a Sp.: om. V¹GFL 5 αὐτόν, scil. τὸν λόγον scripsi: αὐτῶν V1GFS1L: αὐτῆς V2BS2a Sp. 6 οἱ λόγοι τοιοῦτοι V¹GFSLa Sp.: del. V²: om. B δὲ ὁριζόμενοι V²GFSBLa Sp.: διοριζόμενοι V1 10 ἀριθμοσ V καὶ οὗτος οὕτως V¹GS¹L: καὶ οὗτος οὗτος F: καὶ οὕτως V²S²a: οὕτως B coni. Sp. 11 πᾶσα μὲν] α μ in lit. V 12 ἀπόλλυται V²B (prius λ in lit. 2 litt. G²Sa Sp.: ἀπολέλυται V¹G¹FL 14. 15 τὰ— φθείρεται circumscripsit Schwartz: cf. v. 16 16 εἴδη] ἤδη a)