Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Τῶν οὐσιῶν κατὰ Ἀριστοτέλη ἡ μέν ἐστιν ἀσώματός τε καὶ ἄνευ σώματος εἶδός τι ἄυλον καὶ χωριστόν, ἐνέργειά τις οὖσα πάσης δυνάμεως κεχωρισμένη, ἣν οὐσίαν καὶ νοῦν καλεῖ, νοῦν δὲ τὸν κατ᾿ ἐνέργειαν, ἀεὶ γὰρ νοοῦντα καὶ νοοῦντα τὸ τῶν ὄντων ἄριστον, τοῦτο δ᾿ ἐστὶν αὐτός. αὑτὸν δὴ ἀεὶ νοεῖ ὁ νοῦς οὗτος· τὸ γὰρ μάλιστα νοητὸν ὁ μάλιστα νοῦς νοεῖ, μάλιστα δὲ νοητὸν τὸ χωρὶς ὕλης εἶδος. τῇ γὰρ αὑτῆς φύσει ἡ τοιάδε οὐσία νοητή (τὰ μὲν γὰρ ἔνυλα εἴδη νοητὰ μέν ἐστιν, ἀλλ᾿ οὐ τῇ αὑτῶν φύσει, ἀλλ᾿ οὐδὲ καθ᾿ αὑτά, ἀλλ᾿ ὁ νοῶν αὐτὰ νοῦς νοητὰ αὐτὰ ποιεῖ χωρίζων αὐτὰ τῆς ὕλης τῇ ἐπινοίᾳ καὶ ὡς ὄντα καθ᾿ αὑτὰ λαμβάνων), τὸ γὰρ πάσης ὕλης καὶ πάσης δυνάμεως εἶδος κεχωρισμένον τῇ αὑτοῦ φύσει νοητόν ἐστι κυρίως. ἀλλὰ μὴν ἡ τοιαύτη οὐσία ὁ προειρημένος νοῦς ἐστιν, διὸ ἑαυτὸν νοεῖ. καὶ γὰρ εἰ ἡ τοιαύτη οὐσία μηδὲν ἔχουσα δυνάμει ἀεὶ ἐνεργείᾳ ἐστὶ νοητή, ἐνεργείᾳ δέ ἐστι νοητὸν τὸ ἀεὶ κατ᾿ ἐνέργειαν νοούμενον, εἴη ἂν νοούμενον ὑπὸ τοῦ νοῦ τοῦ ἀιδίου τε καὶ ἐνεργείᾳ, τοιοῦτον δὲ ἡ προειρημένη οὐσία ἦν, πρώτη οὐσία νοῦς τε ὁ πρῶτος καὶ νοητὸν τὸ πρῶτον καὶ νοῦς ἀεὶ νοῶν καὶ ἐν τούτῳ τὴν οὐσίαν ἔχων. πᾶς μὲν γὰρ νοῦς ὅταν ἐνεργῇ, αὑτὸν νοεῖ τῷ γίνεσθαί πως ἐνεργῶν ⟨ὁ⟩ αὐτὸς τῷ νοουμένῳ, εἴ γε τῇ τοῦ νοουμένου λήψει τὸ νοεῖν γίνεται, τὸ δὲ τὸ εἶδος νοουμένου λαβὸν γίνεταί πως τὸ νοούμενον. τὸ δὲ πῶς᾿ εἶπον ὅτι ἐφ᾿ ὧν μὲν τὸ νοούμενον ἔνυλον, ἐπὶ τούτων οὐχ ἁπλῶς ὁ νοῶν νοῦς τὸ νοούμενον γίνεται τῷ μὴ μετὰ τῆς ὕλης τὸ εἶδος λαμβάνειν, ἐφ᾿ ὧν δὲ τὸ νοούμενον εἶδός ἐστιν ὕλης κεχωρισμένον, ἐπὶ τούτων ἁπλῶς γίνεται ὁ νοῶν νοῦς ὁ αὐτὸς τῷ νοουμένῳ. ὅταν δὲ προσῇ καὶ αὐτῷ τῷ νοοῦντι [*](1 lacunam ind. Schwartz 2 αὐτὴ] αυτη V¹ 5 ὄν πως V2BS²a Sp.: ὄντωσ V¹S¹: ὄντος FGL 7 ἐστι V²Ba Sp.: ἐστὶ μὲν V¹GFSL 8 cf. quae disputavi de hoc capite in Mus. Rhen. XLV p. 223 sqq. 9 Ἀριστοτέλην a Sp. 10 ἐνέργειά VF: ἐνεργείᾳ La Sp.: ἐνεργεια S 13 αὐτὸν V1 (corr. V2) δὴ ἀεὶ GFSL: δὴ δεῖ VB¹: δὴ B2S2a Sp. 16 ἀλλ᾿ om. Sp. 17 ὄντα V2S2Ba Sp.: ὄντως VGFS¹L 18 γὰρ] δὲ a Sp. αὐτοῦ V1 23 ἦν πρώτη V2B: ἦν πρώτην V¹L: ἣν πρώτην GFS¹: ἦν ἣν πρώτη S²a: ἡ πρώτη coni. Sp. 24 πᾶσ VSa Sp.: πᾶν GF ὁ νοῦς a Sp. 25 αὐτὸν V1 ὁ add. B2S2a Sp. αὐτὸς VS²a Sp.: αὐτὸν GFS¹L 26 γίνεται] ν S. v. V 27 ὅτι] τῷ S2B2a Sp.: τὸ B1 28 νοῶν νοῦς V²GFSBa Sp.: νοῦσ νοῦσ V1 τὸ om. a Sp. 29 λαμβάνειν] λαμβάν in lit. V)

40
νῷ αὐτῷ τε εἶναι καὶ καθ᾿ αὑτόν, τότε πάντῃ γίνεται νοῶν ἑαυτόν, μάλιστα ἂν προσῇ τὸ μηδ᾿ ἄλλο τι εἶναι τὸ χωριστόν τε τῆς ὕλης καὶ νοητὸν καθ᾿ αὑτὸ παρὰ τὸν νοῦν. ἐπὶ μὲν γὰρ τῶν ἐνύλων τῷ εἴδει τὰ αὐτά, οὐ τῷ ἀριθμῷ, γίνεται τὰ τοῦ αὐτοῦ εἴδους κεκοινωνη|κότα, παρὰ τῆς ὕλης τὴν κατὰ τὸν ἀριθμὸν διαφορὰν ἔχοντα, ὅσα δὲ τὰ αὐτὰ ὄντα εἴδη ἄυλά ἐστιν, ταῦτα οὐ κατὰ τὸ εἶδος μόνον, ἀλλὰ καὶ κατὰ τὸν ἀριθμόν ἐστι τὰ αὐτά. ἓν γὰρ τῷ ἀριθμῷ τὰ πάντα, ὡς αἱ συντιθέμεναι στιγμαί τε καὶ γραμμαὶ καὶ ἐπίπεδα. καὶ τοιαύτη μέν, ὡς διὰ βραχέων ἐπιδείξασθαι, ἡ πρώτη τε καὶ ἀσώματος καὶ ἀκίνητος καὶ ἀίδιος οὐσία, καὶ μετ᾿ ἐκείνην τὸ θεῖον σῶμα τὸ κυκλοφορητικὸν ἔμψυχον καὶ κατὰ ψυχὴν κινούμενον. καὶ ἐπεὶ πᾶν τὸ κατὰ ψυχὴν κινούμενον ἐφέσει τινὸς ἢ ἀποστροφῇ κινεῖται, καὶ τὸ κυκλοφορητικὸν δὲ σῶμα κατὰ ψυχὴν κινεῖται τὴν κίνησιν τὴν κύκλῳ, ἣ μόνη κινήσεων πασῶν ἀίδιός τέ ἐστι καὶ συνεχὴς καὶ ὁμαλή τις, δῆλον ὡς καὶ τοῦτ᾿ εἴη ἂν ἐφέσει τινὸς αὐτῷ κινούμενον. ἀλλὰ μὴν εἰ πᾶσα σωματικὴ οὐσία ὑστέρα τοῦ σώματος ἐκείνου, οὐδενὸς τούτων ἐφέσει κινεῖσθαι οἷόν τε αὐτό. τῆς ἄρα πρώτης οὐσίας ἀιδίου τε καὶ ἀκινήτου λείπεται ἐφιέμενον αὐτὸ κινεῖσθαι τὴν ἀίδιον περιφοράν. ἡ δ᾿ ἔφεσις αὐτῷ οὐ τοῦ λαβεῖν αὐτό, ἀλλὰ τοῦ ὁμοιωθῆναι κατὰ δύναμιν αὐτῷ, ὁμοιοῦται δ᾿ αὐτῷ κατὰ τὴν κίνησιν (τῷ τε ἀιδίῳ καὶ τῇ ὁμοιότητι καὶ ὁμαλότητι τῆς κινήσεως· στάσει γὰρ ἔοικέ πως ἡ περιφορὰ ἡ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσα)· ἔτι τε ὁμοίωσίς ἐστι τῷ τελείῳ καὶ ἡ καθόλου ἣν δύναται ἕκαστον τῶν ὁμοιοῦσθαι ἐφιεμένων αὐτῷ ⟨τελειοῦσθαι⟩ τελειότης, τελειότης δὲ τοῦ κυκλοφορητικοῦ σώματος ἡ τοιαύτη περιφορά. πλειόνων δὲ σφαιρῶν οὐσῶν τῶν τοῦ θείου σώματος ἡ μὲν πρώτη τε καὶ ἐξωτάτω ἁπλῆν τε καὶ μίαν κινεῖται κίνησιν ἐκείνης ἐφέσει τῆς οὐσίας, αἱ δὲ μετὰ ταῦτα ἑπτὰ κινοῦνται μὲν καὶ τούτων ἑκάστη ἐφέσει τε καὶ ὀρέξει τῆς οὐσίας, ὁποίας καὶ ἡ πρὸ αὐτῶν, οὐ μὴν μόνην τήνδε κινοῦνται, ἀλλ᾿ ἐξ ἑαυτῶν κινεῖται ἑκάστη. ἣν κινεῖται καὶ περιφέρεται ἀνάπαλιν ἐκείνῃ τῷ τὴν θέσιν τε καὶ τάξιν τοιαύτην ἔχειν, κινεῖται δὲ καὶ δευτέραν κίνησιν ὑπὸ τῆς πρώτης περιφερομένη τὴν αὐτὴν ἐκείνῃ. τῆς δὲ διπλῆς τούτοις αἰτία κινήσεως τὸ δεῖν μὲν εἶναί τι καὶ ἄλλο σῶμα παρὰ τὸ ἀίδιόν τε [*](1 αὐτῷ τε GFBSL: αὑτῷ τε sic V¹: αὑτῷ V²: αὐτόν τε Vict. καὶ add. Sp. καθ᾿  αὐτόν V: κατ᾿ αὐτόν Fa 2 ἂν V2FBS¹L: δ᾿ ἂν B²S²a: ἀν V1 τῆς] καὶ a Sp. 3 γὰρ s. v. V 5 εἴδη] ἤδη a 7 ἓν. GB Vict.: ἐν V¹FSLa Sp.: ἒν V2 9 καὶ μετ᾿ ἐκείνην VGFB¹S¹L: μετ᾿ ἐκείνην δὲ B²S²a Sp. cf. l. c. p. 231 11 ἐπιστροφῇ B2 καὶ om. FS¹L 13 ὁμαλή τις BV²S²a Sp.: ὁμαλότησ V¹: ὁμαλὴς GFS1L 14 αὐτῷ VB1: αὐτὸ G: αὐτο- FS¹L: om. B²S²a Sp. εἰ BV2 Vict. Sp.: ἡ S2a: om. V¹GFS1L 17 περιφοράν] φορά in lit V 19 τε] fortasse γὰρ cf. l. c. 224 τε καὶ ὁμαλ. GFSa 20 πως] π in lit. V 21 ὁμοίωσίς ἐστι scripsi: ὁμοιωσίστε V¹: ὁμοίωσις V²GFSBa Sp. καθόλου ἣν VGFB¹S¹L: καθόσον B²S²a Sp. 22 ὁμοιοῦ〈σθαι ἐφιε〉μένων scripsi: ὁμοιουμένων libri τελειοῦσθαι addidi 24 δὲ] τε a 25 κίνησιν ἐκείνης] ν ἐκ in lit. V 26 ἑκάστη GFSBLa Sp.: ἑκάστηι V 27 τῆς scripsi: τινος libri τήνδε] νδ in lit. V 28. 29 ἐκείνῃ τῷ τὴν GFSLa Sp.: ἐκείνη τῇ τῶν V¹: ἐκείνη τῇ τῶ V²: ἐκείνῃ τῷ B 30 ἐκείνη V (corr. V²))
41
καὶ θεῖον, ὃν ἐν γενέσει τε καὶ φθορᾷ, ἐπεὶ πρὸς τὴν ἀίδιον αὐτοῖς περιφορὰν συντελεῖ καὶ τὸ τοιόνδε σῶμα, οὐχ οἷόν τε δὲ εἶναι τὸ τοιοῦτο σῶμα κατ᾿ εἶδος ἀίδιον μένειν μὴ ταῖς ἐκείνων ποικίλαις κινήσεσι κυβερνώμενον. τούτων δὲ τοῦτον ἐχόντων τὸν τρόπον, εἰ μέν τις βούλοιτο λέγειν προνοεῖσθαι πᾶν τὸ διά τι καὶ παρά τινος ὁπωσοῦν τὸ μεταβάλλειν ἔχον καὶ τὸ κινεῖσθαι, εἴη ἂν πᾶσα σωματικὴ οὐσία τ᾿ ἀίδιος καὶ ἡ ἐν γενέσει καὶ φθορᾷ ὑπὸ τῆς πρώτης οὐσίας τῆς ἀιδίου τε καὶ ἀκινήτου καὶ ἀσωμάτου προνοουμένη. εἰ δέ τις ταῦτα μόνα προνοεῖσθαι λέγοι, ὧν χάριν τὸ προνοεῖν αὐτῶν λεγόμενον ἐνεργείᾳ τινὰς ἐνεργείας κινούμενον, μό|νον ἂν εἴη κατ᾿ Ἀριστοτέλη τὸ ὑπὸ σελήνην σῶμα προνοούμενον, τοῦτο δ᾿ ἐστὶ τὸ ἔνυλόν τε καὶ ἐν γενέσει καὶ ἐν φθορᾷ, ἐπειδὴ τῆς τούτου χάριν τεταγμένης μεταβολῆς καὶ ἀιδίου κατ᾿ εἶδος διαμονῆς κεῖνται κινεῖσθαι τοῦ κυκλοφορητικοῦ σώματος αἱ μετὰ τὴν πρώτην τε καὶ ἀπλανῆ καλουμένην ἑπτὰ σφαῖραι τὴν κίνσιν τὴν δευτέραν, διότι γὰρ ἔδει τοῖς γινομένοις καὶ φθειρομένοις ποικίλης κινήσεως. οὐ γὰρ οἷόν τ᾿ ἦν ὡσαύτως ἔχοντα πάντα τὰ θεῖα ὁμοῦ μὲν γενέσεως ὁμοῦ δὲ φθορᾶς τεταγμένης αἴτια τοῖς τῇδε γίνεσθαι, δι᾿ ἃς γενέσεις καὶ φθορὰς τοῦτον γινομένας τὸν τρόπον ἀίδια καὶ ταῦτα κατ᾿ εἶδος μένει, μὴ οὔσης τινὸς καὶ ἐν ἐκείνοις ποικίλης κινήσεως.