Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Διαφέροιεν ἂν αἱ δείξεις αἱ δύο εἰρημέναι ἐν τῷ πρώτῳ Φυσικῆς ἀκροάσεως ἐπὶ τέλει τοῦ βιβλίου, δι᾿ ὧν εἰπὸν περί τε τῆς ὕλης καὶ τῆς στερήσεώς φησιν εὑρεθεῖσαν ταύτην τὴν φύσιν λύειν καὶ τὴν τῶν ἀρχαίων ἀπορίαν, δι᾿ ἣν ἀνῄρουν γένεσιν καὶ φθορὰν τῷ δεῖν μὲν τὸ γινόμενον ἢ ἐξ ὄντος ἢ ἐκ μὴ ὄντος γίγνεσθαι, μήτε δὲ ἐξ ὄντος δύνασθαι (προϋπάρχοι γὰρ ἂν ὃ γίνεται, εἰ γίνεται μὲν τὸ μηδέπω ὄν, τὸ δὲ ἐξ ὄντος γινόμενον ἐκ φθάνοντος εἶναι λέγοιτ᾿ ἄν), μήτε ἐκ μὴ ὄντος τῷ μηδὲν ἐκ μὴ ὄντος γίνεσθαι. ἃς δὴ τῆς ἀπορίας ταύτης λύσεις εἴρηκεν, εἰσὶν ἡ μὲν διὰ τοῦ καθ᾿ αὑτό τε καὶ κατὰ συμβεβηκὸς ἢ ὄντος ἢ μὴ ὄντος, ἡ δὲ διὰ τοῦ δυνάμει τε καὶ ἐνεργείᾳ. εἰσὶ δὲ αὗται, εἴ τις τὴν ὕλην λαβὸν λέγοι ἐκ ταύτης καθ᾿ αὑτὸ μὲν οὔσης κατὰ συμβεβηκὸς δὲ μὴ οὔσης τὰ γινόμενα γίνεσθαι, καὶ ὁμοίως ἐκ ταύτης πάλιν γίνεσθαι τὰ γινόμενα δυνάμει μὲν οὔσης ἐντελε|χείᾳ δὲ μὴ οὔσης. καθ᾿ αὑτὸ μὲν οὔσης, ἐπεὶ τῇ ἑαυτῆς φύσει ὄν τι ἡ ὕλη, κατὰ συμβεβηκὸς δὲ μὴ οὔσης, διότι ἡ στέρησις καθ᾿ αὑτὸ μὴ ὃν οὖσα συμβέβηκεν αὐτῇ· οὐ γὰρ ἄλλως ἐκ τῆς ὕλης οἷόν τε γενέσθαι τι, εἰ μὴ εἴη αὐτῇ συμβεβηκυῖα ἡ στέρησις τοῦ γίνεσθαι μέλλοντος. [*](1 ἕνα V2BS2a Sp.: ἕν V¹GFS¹L 2 αὔριον ἐνδέχεσθαι a 3 ⟨οὐχ⟩ ὑγιῶς B²GF Vict. Sp.: ὑγιῶσ V2S1B2L: ὑγειώσ V¹B¹: οὐχ ὅτι ὡς S2a 4 φθαρήσεσθαι] αι in lit. V 5 ἐξεπεληλυθέναι V1 (corr. V2) 7 καὶ om. Sp. 9. 10 ἀναγ|//αῖον sic V 11 λέγοσα V1 (corr. V2) 13 ᾖ VB Sp.: εἴη SFGLa 14. 15 ἐκ τοῦ—Ἀριστοτέλους] Phys. ausc. I, 8. 191a23 17 ἂν add. B2S2a Sp. αἱ δύο αἱ a Sp. πρώτῳ τῆς φ. a Sp. 18 ἐπὶ τῷ τ. a Sp. 19 φύσιν V¹GFS¹L: ὕλην BS²a Sp. 21 δὲ V2BS2a Sp.: om. VGFS¹L 23 εἶναι τῷ μ. a Sp. 24 εἴρηκεν λύσεις Sp. 29 ἐπεὶ scripsi: ἐπὶ libri 30 ὄν τι ἡ ὕλη Diels: ὃν τῇ ὕλῃ V¹FS¹L: ὃν γάρ τι ἡ ὕλη V²BS2a Sp. διότϊ δὲ ἡ GFS¹L 31 οὔση V2B 32 αὐτῇ V2B: αυτη sic V¹: αὕτη GSLa Sp. γίνεσθαι om. FS¹L)

38
καὶ δυνάμει μὲν οὔσης, ἐπειδὴ δυνάμει ἐστὶν ὕλη τοῦτο ὃ γίνεται· ἐνεργείᾳ δὲ μὴ οὔσης, ὅτι οὐδέπω ἐστὶν ὃ γίνεται· οὐ γὰρ ἂν ἐγίνετο. αὗται δὴ διαφέροιεν ἂν ἀλλήλων τῷ τὴν μὲν πρώτην ἀπὸ τοῦ ὑποκειμένου τῇ γενέσει καὶ προϋπάρχοντος τῇ φύσει γεγονέναι (τοιαύτη γὰρ ἡ ὕλη τῇ αὑτῆς φύσει, ἐξ ἧς γίνεται ὂν μέν τι κατὰ τὴν αὑτῆς φύσιν, μὴ ὃν δὲ κατὰ τὴν συμβεβηκυῖαν αὐτῇ στέρησιν), τὴν δὲ δευτέραν ἀπὸ τῆς σχέσεως αὐτῆς τῆς πρὸς ὃ γίνεται. τῷ γὰρ δύνασθαι μὲν γενέσθαι, εἰς ὃ μεταβάλλει, μηδέπω δὲ εἶναι ἐν τούτῳ τὸ γινόμενον ἐξ αὐτῆς γίνεται. εἴτε γὰρ ἦν ἤδη ἐν αὐτῷ, οὐκ ἂν ἐγίνετο, εἴτε μὴ ἦν μέν, ἦν δὲ ἀδύνατον, ἀδύνατον εἰς αὐτὰ μεταβάλλειν· οὐδὲν γὰρ τῶν ἀδυνάτων γίνεται. τῷ δύνασθαι μὲν εἰς ὃ γίνεται μεταβάλλειν, μηδέπω δὲ εἰς αὐτὸ ἐνεργείᾳ μεταβεβληκέναι τούτῳ τὸ γινόμενον ἐξ αὐτῆς γίνεται. ὑπάρχει δὲ αὐτῇ τὸ μὲν δύνασθαι παρὰ τῆς οἰκείας φύσεως (ἐν τούτῳ γὰρ αὐτῇ τὸ ὕλῃ εἶναι), τὸ δὲ μηδέπω ἐνεργείᾳ εἶναι παρὰ τῆς στερήσεως. δύναταί τις ἐπὶ τῆς πρώτης λύσεως τὰ εἰρημένα διαιρεῖν, ὡς τὸ μὲν αὐτῆς | ἐπὶ τῆς στερήσεως εἰρῆσθαι λέγειν, τὸ δὲ ἐπὶ τῆς ὕλης, οὔσης γὰρ τῆς μὲν στερήσεως καθ᾿ αὑτὸ μὲν μὴ ὄντος, κατὰ συμβεβηκὸς δὲ ὄντος, διότι ὄντι οὔσῃ τῇ ὕλῃ συμβέβηκε, τῆς δ᾿ ὕλης καθ᾿ αὑτὴν μὲν οὔσης, κατὰ συμβεβηκὸς δὲ μὴ οὔσης, διότι ἡ στέρησις αὐτῇ μὴ ὃν οὖσα συμβέβηκεν. τὸν γὰρ λύοντα τὴν τῶν ἀρχαίων ἀπορίαν ἐρεῖν καὶ ἐκ τοῦ μὴ ὄντος ἁπλῶς γίνεσθαι τὰ γινόμενα καὶ ἐκ τοῦ ὄντος ἁπλῶς, καὶ ἰδίᾳ μὲν μηδέτερον αὐτῶν ἱκανὸν πρὸς γένεσίν τινα εἶναι (μήτε γὰρ τὸ μηδ᾿ ὃν ἁπλῶς, ὅτι μηδὲ ὃν ἐκ τοῦ οὕτω μὴ ὄντος γίνεται, μήτε τὸ ὃν καθ᾿ αὑτό· ἤδη γὰρ ἂν εἶναι), ἀμφότερα δὲ γίνεσθαι τῆς γενέσεως αἴτια, ἀλλὰ τὸ μὲν μὴ ὃν καὶ τὴν στέρησιν μὴ καθ᾿ αὑτό. καθ᾿ αὑτὸ γὰρ ἂν ἐκ ταύτης ἐγίνετο, εἰ ὑπομένουσα μετέβαλλεν εἰς τοὐναντίον αὐτῇ. τοῦτο δ᾿ ἀδύνατον· οὐ γὰρ οἷόν τε ὑπομένειν καὶ ὑποκεῖσθαί τινι τὸ τῇ αὑτοῦ φύσει μὴ ὄν, οὐδὲ τὸ ἐναντίον τινὶ οἷόν τε σωζόμενον δέξασθαι τὸ ἐναντίον αὐτῷ. κατὰ συμβεβηκὸς δὲ τὸ γινόμενον ἐκ ταύτης γίνεται τῷ ἐξ οὗ γίνεται (γίνεται δὲ ἐκ τῆς ὕλης) ἐκείνῳ τὴν στέρησιν ἐξ ἀνάγκης δεῖν συμβεβηκέναι (καὶ οὕτως μὲν ἡ γένεσις ἐκ τοῦ μὴ ὄντος καθ᾿ αὑτό· καθὸ γὰρ ὄν πως· τοιοῦτο δὲ τῷ τῷ ὄντι συμβεβηκέναι), ἐκ δὲ τῆς ὕλης γίνεσθαι μὲν καθ᾿ αὑτὴν τὰ γινόμενα (ὃν γὰρ οὖσα κατὰ τὸν ἑαυτῆς λόγον ὑπομένει τε καὶ σώζουσα τὴν [*](1 μέν γε B² ἡ ὕλη a Sp. 3 αυται V¹ ἂν om. a Sp. 7 αὐτῆς] αὐ s. v. V μὲν γίνεσθαι a Sp. 9 ἀδύνατον ⟨ἀδύνατον⟩ GFSa Sp.: ἀδύνατον (υν in lit.) VB 10 αὐτὸ coni. Sp. 11 οὖν δύνασθαι a Sp. γίνεται VB: δύναται GFSLa Sp. μεταβάλλειν μηδέπω] λειν μ in lit. V 13 alt. αὐτῇ] αὐτῇ VS2: αὕτη FL: αὐτῆς a Sp. alt. τὸ om. FL 15 δέ τις V2BS2a Sp. 16 γὰρ VS2a Sp.: δὲ FSL 18 ὄντι om. a Sp. αὑτὴν BGFSLa Sp.: αὑτῆσ V 19 αὐτῇ VBS²a Sp.: αὕτη S1GF: αὐτὴ L οὖσα V¹SGFLa: οὔση V²B 20 γὰρ om. B²S²a Sp. ⟨δύνασθαι⟩ ἐρεῖν a Sp. ἁπλῶς ὄντος a Sp. 22 τινος a Sp. μὴ ὃν FSB2a Sp. 23 μηδὲ ὃν VGFS¹B¹L: μηδὲν B²S²a Sp. 25 στέρησιν κατὰ συμβεβηκὸς μὴ FS1G (κ. σ. in mg.) καθ᾿ αὑτὸ addidi ἦ ante γὰρ add. V²BS2a Sp. 26 μετέβαλεν a Sp. αυτη V¹ 27 οὐδὲ Schwartz: οὔτε libri 30 δεῖν om. a Sp. 31 ὄντος ὃν καθ᾿ a ὄν πως VS² Vict. Sp.: ἄν πως FSL: πως a τῷ] τὸ a)
39
ἑαυτῆς φύσιν δέχεται τοῦ γινομένου τὸ εἶδος) --- πρὸς ἣν μεταβολὴν ἡ στέρησις αὐτὴ τοῦ γινομένου συντελεῖ προϋπάρχουσα καὶ συμβεβηκυῖα αὐτῇ· πᾶσι γὰρ τοῖς ἐξ ὕλης γινομένοις ἡ γένεσις κατὰ τὴν ἐκ τῆς στερήσεως, εἰς ἃ γίνεται, μεταβολήν. διὸ οὔτε ἐκ τῆς στερήσεως καὶ τοῦ μὴ ὄντος καθ᾿ αὑτὸ ἡ γένεσις (καθὸ γὰρ ὄν πως· ὃν γάρ πως τῷ τῇ ὕλῃ ὄντι οὔσῃ συμβεβηκέναι), οὔτε ἐκ τῆς ὕλης καὶ τοῦ ὄντος καθ᾿ αὑτό, εἴ γε καθ᾿ ὅ ἐστι μὲν στέρησις, ἡ εἰς τὸ εἶδος αὐτῆς μεταβολή.