Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Εἰ ἐνδέχεται τήνδε τὴν βῶλον φθαρῆναι κατὰ τόνδε τὸν κολωνόν, καὶ οὕτω διεξιοῦσιν ἐπὶ παν|τὸς μέρους τῆς γῆς ἀληθὲς τὸ ἐνδέχεσθαι αὐτὸ φθαρῆναι, ἐνδέχοιτο ἂν καὶ πᾶσαν τὴν γῆν φθαρῆναι. εἰ δὲ τοῦτο, ἐνδέχοιτο ἂν μὴ εἶναι γῆν, ὅπερ ἀδύνατον. οὐδὲ γὰρ ὁ κόσμος εἴη ἂν ἀναιρουμένου τοῦ περὶ ὃ ἡ φορὰ αὐτῷ. ἢ οὐχ ἕπεται τῷ πᾶσαν ἐνδέχεσθαι φθαρῆναι τὴν γῆν τὸ καὶ ἅμα. τοῦτο γὰρ ἀδύνατον, εἰ ἀπὸ τῆς τῶν οὐρανίων κινήσεως, ὡς ἐκ γῆς εἰς ἄλλο τι γίνεται μεταβολή, οὕτως καὶ ἐξ ἄλλου τινὸς εἰς γῆν. καὶ ἐπ᾿ ἀνθρώπων δὲ ὁ αὐτὸς λόγος. οὐ γάρ, εἰ πάντες [*](1 ἢ V2BSa Sp.: ἠ V¹: ἡ ἦν V2B: ᾖ V1GFSa Sp.: ἢ ἔστ᾿ ἂν ᾖ sive ἔτ᾿ ἂν εἴη 2 εἰ ἦν V²B: εἴη ἂν V¹FGSLa: εἰ εἴη coni. Sp. 3 μέγεθος τούτῳ ἕν· εἰ γὰρ ἦν διῃρημένον Schwartz: μέγεθος τούτῳ· ἑνὶ γὰρ ἦν διηρημένον V¹S¹GFL: μέγεθος ἐπινοίᾳ γὰρ ἦν διηρημένον B¹: μέγεθος ἐπινοίᾳ γὰρ ἦν διηρημένον τούτῳ ἔστι συνεχές. εἰ (ἐν a, corr. Vict.) γὰρ ἦν ἐνεργείᾳ διῃρημένον B²S²a Sp. 7. 8 πρότερον πρότερον (alterum in lit.) VB: alterum om. FSGLa Sp. 8 καὶ—μεγέθει om. δέ ἐστιν V²B Vict. Sp.: τέ ἐστιν V1GS (sed τε in lit. S1) L: τέ ἐστιν ἔστιν a 8 post ἐστιν add. ἐν τῷ μεγέθει S2B2 ὂν V¹FSLa: οὖν V2 Vict. Sp. 11 ἐπὶ VS2a Sp.: ὑπὸ FSL. 12 αὐτὸ s. v. V αὐτά B2S2a Sp.: αὐτό VB1: om. S¹LF 13 ἐκεῖνα coni. Sp. πρότερα ἐπ᾿ ἄπειρον a Sp. 14 ἐκεῖ τὸ V1 (corr. V²) L 17, 18 πῶς —φθαρῆναι repetitum ante εἰ (19) B 19 τὴν om. GFSLa Sp. 20 οὕτω διεξιοῦσιν B: οὕτω δι᾿ ἐξιοῦσιν V², οὕτωσ εἰ ἕξουσιν V¹: οὑτωσὶ ἕξουσιν GFSLa Sp. 22 ἂν add. Sp. 23 φορὰ BS² Sp.: φθορὰ (θ erasum) VGFS¹La 24 τὸ καὶ V: τε καὶ GFS¹La: τὸ S2B Sp.: τε τὸ a Sp. ἀδύνατον, εἰ ἀπὸ scripsi: ἀδύνατον διὰ τὸ V¹GFS¹L: ἀδύνατον εἰ γὰρ πάντα διὰ τὸ (τὸ del. V² Sp. om. B) V2BS²a Sp. 25 ὡς addidi γῆς εἰς GF: τῆσ εἰσ VS¹B¹L: τῆς τινος εἰς S2B2a Sp. μεταβολή S1EL: μεταβολῆς VBS2a Sp.)

37
φθαρτοί, καὶ ἅμα πάντες. ὁ δὲ τῇ ἐπαγωγῇ δεικνὺς διὰ τοῦ ἕνα ἕκαστον τῶν δεικνυμένων ἐνδέχεσθαι αὔριον φθαρῆναι, καὶ πάντας ἅμα ἐνδέχεσθαι αὔριον φθαρῆναι, οὐχ ὑγιῶς λαμβάνει. καὶ γὰρ εἰ λάβοι πάντας, οὕς ἐπεξῆλθεν, αὔριον ἀθρόους φθαρήσεσθαι, οὐκ ἤδη καὶ πάντας εἴληφεν τῷ μὴ ἐπεξεληλυθέναι πάντας. ἔτι τε οὐδὲ οὓς ἐπεξῆλθεν, οὕτως ἔλαβεν ὡς ἀθρόως ἐνδεχομένους αὔριον φθαρῆναι, ἀλλ᾿ ὡς ἕνα ἕκαστον. διὸ οὐ συνάξει τὸ πάντας ἀθρόους, ἀλλὰ τὸ πάντας ὡς ὁντιναοῦν αὐτῶν, ὡς καὶ ἐπὶ τῆς ἐπ᾿ ἄπειρόν τε καὶ πάντῃ τομῆς. πάντῃ γὰρ τμητὸν τὸ συνεχές, οὐχ ὅτι ἅμα πάντῃ, ἀλλ᾿ ὅτι καθ᾿ ὁτιοῦν. ἴσως δὲ οὐδὲ ὁμοίως γῆν τε ἀναγκαῖον εἶναι καὶ ἄνθρωπον, ἀλλὰ τὴν μὲν γῆν ἁπλῶς ἀνάγκη εἶναι, τὸν δὲ ἄνθρωπον ἐξ ὑποθέσεως. διὰ τοῦτο γὰρ οὐχ ἁπλῶς ἀναγκαία ἡ λέγουσα πρότασις τὸν ἄνθρω|πον ἐξ ἀνάγκης ζῷον εἶναι. ἀλλὰ μετὰ διορισμοῦ τοῦ ἔστ᾿ ἂν ἄνθρωπος ᾖ.