Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Τὴν κίνησιν εἴ τις μὴ παραδέχοιτο ἐν τοῖς ποσοῖς τῷ ἐν ταῖς Κατηγορίαις αὐτὴν ἐν τοῖς ποσοῖς μὴ κεῖσθαι, λέγοιτ᾿ ἂν εἶναι πρός τι. ᾧ δέ τινι οὔσῃ τῇ κινήσει ὑπάρχει τὸ πρός τι εἶναι, εἴη ἂν πάθος. εἰ γὰρ τὸ κινεῖσθαι πάσχειν τί ἐστι, πάθους δὲ παρουσίᾳ τὸ πάσχον πάσχει, καὶ [*](3 ἥτις] ι in lit. V κατοχὴ VL: κατοχῇ in lit. S2a Sp. κατ᾿ αὐτὴν V¹FS¹L καὶ αὐτὴ V²B: καὶ αὕτη B2S2a Sp.: fortasse καὶ 〈ἡ〉 αὐτὴ ἡ 7 ἀλλὰ τοῦ B²S²a Sp. τῷ ὑπὸ V²BS²a: τοῦ ὑeὸ V¹GFS1: τοῦ πο 12 πέσσει τε V²B: πεσεῖται V¹GFS¹L: ἐκπεσεῖται S2a: ἐκπέσσεται Sp. λεπτύνει V²Ba Sp.: λεπτυνεῖ V 13 διὸ οὔτε] ὁ οὔ in lit. V 21 πλείω circumscripsi 38 ἡ ὑπὸ V1 (corr. V2) 24 γὰρ γινομένων B²S²a Sp. 26 αυταῖσ sic V 27 τῷ V²BS2a Sp.: τὸ V¹GFS¹L 31 ταῖς add. V²BS²a Sp. 34 πάθους δὲ παρουσίᾳ] ουσ δὲ π in lit. V)

35
ἔστι τὸ κινούμενον κινήσεως παρουσίᾳ κινούμενον, ἡ κίνησις ἂν πάθος εἴη. τὸ δὲ πάθος ποιότης· τρίτον γὰρ εἶδος ποιότητος παθητικαὶ ποιότητες καὶ πάθη. ἡ μὲν οὖν ἀτελὴς ἐνέργεια πάθος οὖσα εἴη ἂν ποιότης, ἡ δὲ τέλειος ἐνέργεια τί ἂν εἴη καὶ ὑπὸ κατηγορίαν τίνα; ἢ εἰ ἡ τοιαύτη ἐνέργειά τε καὶ ἐντελέχεια εἶδος, τῶν δὲ εἰδῶν τὰ μὲν φυσικά, τὰ δὲ τεχνικά, καὶ ἔστι τὰ μὲν φυσικὰ εἴδη οὐσίαι, τὰ δὲ τεχνικὰ ποιότητες, εἴη ἂν καὶ τῶν ἐνεργειῶν αὕτη διαφορά. ἔστι δὲ καὶ τῶν φυσικῶν εἰδῶν ποιότητες, ἃ μὴ εἰς τὴν οὐσίαν τῶν ὑποκειμένων συντελεῖ, ἀλλ᾿ εἰς τὸ τοιῷδε εἶναι. τί οὖν χρὴ λέγειν τὸ φῶς εἶναι, ἐπεὶ καὶ αὐτὸ ἐντελέχεια τοῦ διαφανοῦς διαφανές; ἢ εἰ μὴ φύσει τοῦ διαφανοῦς εἶδος τὸ φῶς, μηδὲ οὐσία τις γίνεται αὐτοῦ (οὐ γὰρ σύνεστι τῷ διαφανεῖ οὐδ᾿ ἐν τῇ οὐσίᾳ ἐστὶν αὐτοῦ, ἀλλὰ παρουσίᾳ τινὸς ἐν αὐτῷ γίνεται καὶ κατὰ σχέσιν ἄλλου πρὸς ἄλλο), εἴη ἂν πάθος τι καὶ αὐτὸ γινόμενον κατὰ σχέσιν καὶ παρουσίαν τινὸς ἐν τῷ διαφανεῖ, ἀνάλογον ὃν χρώματι, ὡς καὶ Ἀριστοτέλης εἶπεν· οἷον γὰρ τὸ χρῶμα τὸ φῶς εἶπεν τοῦ διαφανοῦς.