Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Τὸ χρῶμα ὡρίσατο Ἀριστοτέλης πέρας τοῦ ὡρισμένου διαφανοῦς διαφανές. τοῦ γὰρ σώματος καθόσον μὲν σῶμα πέρας ἐπιφάνεια, καθόσον δὲ διαφανὲς χρῶμα. διὸ καὶ ἅμα ἐστὶ τὸ χρῶμα τῇ ἐπιφανείᾳ. ἐπεὶ γὰρ παντὸς σώματος ὡς σώματος πέρας ἐπιφάνεια, καὶ τὸ διαφανὲς δὲ σῶμά ἐστι, καὶ τούτου πέρας ὡς σώματος ἡ ἐπιφάνεια. ἔστι δὲ αὐτοῦ καὶ ὡς διαφανοῦς πέρας τὸ χρῶμα, καὶ ἅμα ἐστὶν αὐτοῦ τὰ πέρατα ἄμφω, εἴ γε πέρατα οὐκ ὄντα τὰ αὐτὰ ἀλλήλοις. πᾶν μὲν γὰρ χρῶμα ἐν ἐπιφανείᾳ γε καὶ σὺν ἐπιφανείᾳ, οὐ μὴν πᾶσα ἐπιφάνεια σὺν χρώματί, ὅτι μηδὲ πᾶν σῶμα διαφανὲς ὡρισμένον. τοῦ γὰρ διαφανοῦς σώματος τὸ μὲν ὡρισμένον, τὸ δ᾿ ἀόριστον. τὸ μὲν οὖν ἀόριστον διαφανές (ὁποῖά ἐστιν ὅ τε ἀὴρ καὶ τὸ ὕδωρ), ὥσπερ οὐδὲ ἐπιφάνειαν οἰκείαν τε καὶ ὡρισμένην ἔχει (ὁρίζεται γὰρ τὰ ὑγρά τε καὶ ἀόριστα σώματα τοῖς περιέχουσιν), οὕτως οὐδ᾿ οἰκεῖον ἔχει χρῶμα, ἀλλ’ ἔστιν τῶν ἀλλοτρίων χρωμάτων διάκονόν τε καὶ δεκτικὸν ὥσπερ καὶ σχημάτων (καὶ εὐλόγως ἡ φύσις ἄχρουν ἐποίησεν τὸ διακονησόμενον τοῖς ἀλλοτρίοις χρώμασιν διαφανές, διαφανὲς μὲν ὅπως ᾖ δεκτικὸν χρωμάτων, ἀόριστον δὲ καὶ ἄχρουν, ὅπως μὴ τὸ οἰκεῖον αὐτοῦ χρῶμα τῇ μίξει τῇ πρὸς τὰ ὁρώμενα δι᾿ αὐτοῦ ἐμποδίζῃ τὴν ἀληθῆ μήνυσιν αὐτῶν), τὸ δ᾿ ἐν τοῖς ὡρισμένοις τε καὶ στερεοῖς σώμασιν, ὡς ὡρισμένον ἔχει τὸ ὡς σώματος σχῆμά τε καὶ πέρας, οὕτω δὲ καὶ τὸ ὡς διαφανοῦς, καὶ ἔστιν ὡς διαφανοῦς αὐτοῦ πέρας χρῶμα. τὸ γὰρ χρῶμα πέρας ὡρισμένου διαφανοῦς. οὔτε γὰρ πᾶν σῶμα διαφανές (οὐδὲ γὰρ πᾶν δεκτικὸν χρωμάτων), οὔτε πᾶν διαφανὲς ὡρισμένον. τὰ δὲ ἐν βάθει τῶν ὡρισμένων διαφανῶν οὕτως ἔχει χρῶμα ὡς ἐπιφάνειάν τε καὶ σχῆμα. καὶ τῶν διαφανῶν δὲ ὡρισμένων τὰ μὲν μᾶλλόν ἐστι, τὰ δ᾿ ἧττον τοιαῦτα. μάλιστα μὲν γὰρ διαφανῆ τὰ λαμπρά τε καὶ λευκὰ σώματα, ἧς φύσεώς ἐστι τὸ πῦρ (ξανθὸν γὰρ τῇ μίξει τοῦ καπνοῦ μέλανος ὄντος φαίνεται), δευτέρως δὲ καὶ τρίτως ἐστὶ διαφανῆ κατὰ τὴν πρὸς τοῦτο ἀπόστασιν, ὅσα δὲ μέλανα τῶν σωμάτων, ταῦτα, ὄντα ἐν στερήσει χρώματος, καὶ τῆς διαφανείας ἐστέρηται. ἐπεὶ γὰρ τῶν τε ὄντων τὸ χρῶμα καὶ τῶν ἐν ἄλλοις εἶναι πεφυκότων, εἶναί τι ἔδει καὶ σῶμα, ἐν ᾧ τὸ χρῶμα, καὶ ἔστι τοῦτο τὸ διαφανὲς σῶμα. ὕλη γὰρ τοῦτο προσεχὴς χρώματος, τὸ μὲν ἐνεργείᾳ διαφανὲς ἔχον αὐτὸ ἐνεργείᾳ, τὸ δὲ δυνάμει ὡς ὕλη ὃν δεκτι|κὸν τῶν τε [*](2 Ἀλριστοτέλης] de sensu 3. 439b11 ᾖ SB²LaSp.: ᾓ V: ἣ B1 4 ἐπεῖ] ἑπὶ coni. Sp. 6 ὡς VB: τοῦ FGSLa Sp. 8 χρῶμα Trendelenburg ad Arist. de de an. 7. 418a26: σῶμα VBSLa γε] τε coni. Sp. 14 χρωμάτων] σωμάτων a 17 ᾗ a 18 τ᾿ ἀορώμενα a 19 τοῖσ] τ supra versum V 20 δὲ Vict. Sp.: δεῖ VFLSa: δὴ in lit. B2 22 οὐδὲ γὰρ coni. Sp.: οὔτε γὰρ libri 24 ἔχει BGSFLa: ἔ| V (χει add. man. rec.) 26 ἧς φύσεως] τῇ φύσει, ὥς FGSL 33 δὲ δυνάμει FGLS1: δὲ δυναμισ (διαφανὲς m. rec. in mg.) V: δὲ διαφανὲς δύναμις B: δὲ διαφανὲς δυνάμει S2a)

6
ἐναντίων χρωμάτων ἀλλήλοις καὶ τῶν τούτοις μεταξύ. καὶ ἐν παντὶ σώματι χρῶμα ἔχοντι ἢ ὄντι χρώματος δεκτικῷ ἐστι μεμιγμένη καὶ ἡ τοῦ διαφανοῦς φύσις. ἐν οἷς μὲν οὖν σώμασιν, οὖσι διαφανέσιν ἔχουσί τι διαφανὲς ἐν αὑτοῖς, τὸ πέρας φανερόν ἐστι καὶ ὡρισμένον (ἔστι δὲ ἐν τοῖς στερεοῖς τοῦτο), ἔστιν ἐν τούτοις καὶ χρῶμα φανερόν τε καὶ οἰκεῖον, καὶ ἔστιν ἐν μόνοις τούτοις κυρίως λεγόμενον χρῶμα, καὶ μᾶλλον ἐν οἷς τὸ μᾶλλον. τὸ δὲ ἀόριστον διαφανὲς οὐδὲν μὲν οἰκεῖον οὐδ᾿ ὡρισμένον ἔχει χρῶμα τῷ διὰ μανότητα μηδὲν κατέχειν τε καὶ στέγειν δύνασθαι, τῷ δ᾿ ἀλλοτρίων χρωμάτων γίνεσθαι δεκτικόν τε καὶ διάκονον οὐδὲν μὲν αὐτῶν παθητικῶς ἀναλαμβάνει, κινούμενον δ᾿ ὑπ᾿ αὐτῶν κατὰ τὴν παρουσίαν τε καὶ ποιὰν σχέσιν πρὸς ταῦτα τῶν ἐχόντων χρῶμα οἰκεῖον σωμάτων, ἔστ᾿ ἂν ᾖ ὁρᾶσθαι αὐτῷ διὰ τῆς κινήσεως τῆς γινομένης ὑπὸ τῶν ἐκείνοις ὄντων χρωμάτων ἐν αὐτῷ, διακονεῖσθαι τοῖς τῶν ζῴων ὁρατικοῖς ὡς ἀντιλαμβάνεσθαι δι᾿ αὐτοῦ τῶν χρωμάτων, τοῦτο δὲ ποιεῖν οἷον τε τὸ διαφανὲς ἐφ᾿ ᾧ τι ὑφ᾿ οὗ πρώτου κινουμένῳ ἐν αὐτῷ ὑπὸ παρουσίας τῶν φωτίζειν φύσιν ἐχόντων πάσχον καὶ δεχόμενον αὐτὸ ὡς οἰκεῖον χρῶμα. οὐδὲ γὰρ οὐδὲ τοῦτο οἰκεῖον αὐτοῦ χρῶμα, ἀλλ᾿ ἔστ᾿ ἂν μὲν αὐτῷ παρῇ τὸ φωτίζειν πεφυκός, ἔχει τὸ φῶς, ἀπελθόντος δὲ καὶ τὸ ἐν τούτῳ |φῶς πέπαυται. ἔστ᾿ ἂν οὖν ᾖ πεφωτισμένον καὶ τὰς τῶν ἄλλων χρωμάτων ποιότητάς τε καὶ διαφορὰς ὁμοίως δεχόμενον, ὡς καὶ τὸ φῶς, διάκονον γίνεται ταῖς ὁρατικαῖς αἰσθήσεσιν οὔσαις καὶ αὐταῖς ἐξ ὁμοίως διαφανοῦς σώματος διὰ τοῦ γινομένου πάθους ἐν ταῖς ὄψεσιν ὑπὸ τοῦ ἐκτὸς ὄντος αὐτῶν διαφανοῦς κινουμένου τὸν προειρημένον τρόπον ὑπὸ τῆς παρουσίας τῶν χρωμάτων. ὡς δ᾿ ἐν τῷ ἀορίστῳ διαφανεῖ καὶ διὰ μανότητα μηδὲν χρῶμα παθητικῶς ἀναλαμβάνοντι ἡ μὲν παρουσία τοῦ φωτίζειν πεφυκότος φωτὸς αἰτία, ἡ δ’ ἀπουσία σκότους, οὕτω καὶ ἐν τοῖς ὡρισμένοις σώμασιν ἡ μὲν πλείων μῖξις καὶ παρουσία τοῦ μάλιστα διαφανοῦς σώματος (τοιοῦτον δέ, οὗ ἐστι τὸ λευκὸν οἰκεῖον χρῶμα· μάλιστα γὰρ τοῦτο χρῶμα καὶ μάλιστα ὁρατὸν) τοῦ τε μᾶλλον κεχρῶσθαι τοῖς σώμασιν αἰτία καὶ τοῦ μᾶλλον ὁρατοῖς εἶναι, ἡ δὲ παντελὴς ἀπουσία τούτου τοῦ μέλανος αἰτία, ὃ στερήσει χρώματος ἔοικε μᾶλλον ἢ χρώματι, τὰ δὲ μεταξὺ χρώματα κατὰ τὴν ποιὰν μῖξιν τῶν τε διαφανῶν καὶ τῶν μὴ τοιούτων ἔχει τὴν γένεσιν καὶ τήν γε διαφοράν. ἔστι δὲ τῶν ἁπλῶν σωμάτων μάλιστα μὲν τὸ [*](1 ἀλλήλοις ⟨ἀντικειμένων⟩ Vict. Sp. μεταξυ V 3 fortasse 〈ἢ〉 ἔχουσί 4 αὐτοῖσ V 8 διαφανότητα a τῶν B² 9 γινόμενον B² μὲν Supra v. V 10 κινούμενον corr. ex κοινούμενον V 11 fortasse τοῦτο scil. τὸ ἀόρ. διαφ. σωμάτων om. a Sp. 12 αὐτῷ] fortasse αὐτὰ 13 fortasse διακονεῖται 14 διαυτοῦ V1 οἷόν τε τὸ FG: οἷον τὸ SLa: οἵοιτο V1B: οἴοιτο V2 15 ἐφ᾿ ᾧ τι ὑφ᾿ οὗ πρώτου VFG (ἐν φωτὶ G²) B: ἐφ᾿ τι πρώτῳ LSa: ἐν φωτὶ πρώτῳ Vict. Sp.: temptavi πεφωτισμένον· οὗ πρώτου γινομένου ἐν αὐτῷ ὑπὸ παρουσίας κτλ. ἐν αὐτῷ om. SLa Sp. 16 φύσιν] ύ s. v. V 17 οικεῖον V 18 το V 20 δεχομενον V το V 22 γινουμένου V 23 αὐτῶν scripsi: αὐτῷ libi: αὐτοῖς Vict. Sp. 24 δ’ om. a μανότητα corr. ex μονότητα V 26 σκότους] σκότος a: σκότου Vict. Sp. 29 κεχρῶσθαι FGSLa: κεχωρίσθαι VB 33 γε om. a Sp. ἔτι γε a το V)
7
πῦρ ὁρατόν τε τῇ αὑτοῦ φύσει καὶ οὕτως διαφανὲς ὡς προεῖπον (τοιοῦτόν ἐστιν, ὡς καὶ φωτίζειν δύνασθαι τὸν ἀέρα καὶ παρέχειν αὐτῷ τὴν καθό ἐστι τελειότητα· τὸ γὰρ φῶς ἐντελέχεια καὶ εἶδος τοῦ ἀορίστου διαφανοῦς διαφανές), ἥκιστα δὲ τοιοῦτον ἡ γῆ. τῇ δὲ τούτων ποιᾷ μίξει πρὸς ἄλληλα καὶ τῇ τῶν γεννωμένων ἐκ τῆς τούτων μίξεως ἡ τῶν χρωμάτων τῶν παρὰ τὰ πρῶτα (πρῶτα δ’ ἐστὶν ἐν τοῖς ἁπλοῖς καὶ πρώτοις σώμασιν) γένεσίς τε καὶ διαφορά. ὡς γὰρ ἐπὶ τῆς ὀσμῆς τὰ μὲν ἐν αὑτοῖς τὴν ὀσμὴν ἔχει, ὅσα τοιαύτην ἔχει τὴν γένεσιν καὶ τὴν σύστασιν, ὁποίαν φαμὲν εἶναι τὴν ὀσμῆς γεννητικήν, τὸ δέ τί ἐστιν ἄοσμον μὲν καθ’ αὑτό, δεκτικὸν μέντοι καὶ μηνυτικὸν τῶν ὀσμῶν τῶν ἐν ἄλλοις (δίοσμον καλεῖται), οὕτως καὶ χρῶμα μὲν ἔχει τὰ ὡρισμένα διαφανῆ (αὕτη γὰρ φύσις χρώματος), δεκτικὸν δ’ ἐστὶ καὶ διάκονον χρώματος τὸ ἄχρουν καὶ κατὰ τὴν αὑτοῦ φύσιν, ὅπερ ἐστὶ τὸ ἀόριστον διαφανές. ὡς οὖν ἐρωτηθέντες, τί ποτ’ ἐστὶν ἐπιφάνεια, λέγομεν στερεοῦ πέρας, οὕτως καὶ περὶ χρώματος ἐρωτώμενοι τί πότ᾿  ἐστιν, εὐλόγως ἂν λέγοιμεν αὐτὸ πέρας διαφανοῦς ὡρισμένου, ἐπεὶ ὃν λόγον ἔχει ἐπιφάνεια πρὸς τὸ ὡρισμένον σῶμα, τοῦτον ἔχει τὸν λόγον χρῶμα πρὸς τὸ διαφανὲς τὸ ὡρισμένον.

Ἄμεινον τέτακται τοῦτο τὸ πρόβλημα ἐν τῷ ἐπιγραφομένῳ ‘Λέξεών τινων ἐκ τοῦ Περὶ αἰσθήσεως καὶ αἰσθητοῦ ἐξήγησις καὶ ἐπιδρομή’.