Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Ἡ αὐτὴ δύναμις εἶναι τῶν ἐναντίων λέγεται, οὐχ ὡς ἅμα δυναμένων καὶ τῶν ἐναντίων περὶ τὸ τὰς δυνάμεις ἔχον αὐτῶν γενέσθαι (τοῦτο γὰρ ἀδύνατον), ἀλλ᾿ ὅτι μὴ οὕτως ἔχειν τὸ τῶν ἐναντίων ἔχον τὰς δυνάμεις, ὡς πρῶτον μὲν ὀφείλειν τόδε τῶν ἐναντίων δέξασθαι, μετὰ δὲ τοῦτο τόδε. ἐν παντὶ γὰρ χρόνῳ ἐνδέχεται τὸ ἐν μηδετέρῳ ὃν τῶν ἐναντίων ἐν ὁποτερῳοῦν αὐτῶν γενέσθαι, οὐκ ἀφωρισμένως ἐν τῷδε. διὸ καὶ λέγεται ἅμα ἔχειν τὰς τῶν ἐναντίων δυνάμεις. τὸ γὰρ ἐνδέχεσθαι, ὅσον ἐπὶ τῇ φύσει τοῦ ἐναντία δεχομένου, ὅτε τὸ ἕτερον ἐν αὐτῷ γίνεται, μηδὲν ἧττον ἀντὶ τούτου τὸ ἕτερον ἐν αὐτῷ γενέσθαι, δεικτικὸν τοῦ ἅμα αὐτῶν τὰς δυνάμεις ἔχειν. παρὰ γὰρ τὰ ποιητικὰ αὐτῶν τόδε τι πρῶτον τῶν ἐναντίων ἐν τῷ [*](1 γενητός Sp. 2 αὐτοῦ V1 (corr. V²) ἀιδιότητα] alterum ι in lit. V 4. 5 αὐτὸ V²B 5 οὐκ ἦν V¹G¹FS¹L: καὶ οὐκ εἶναι V²S2Ba Sp.: οὗ εἶναι G2: fortasse οἷς ἦν 8 ἃ δέ ἐστιν V2B2S2a Sp. 12 ἄρα καὶ S2V 2a Sp. 13 καὶ—φθαρῆναι in mg. V¹: in textu GSBL: om. 15 αὐτῶν V (corr. V2) λάτων] Theaetetus 176a 16 ἀπωλέσθαι V1 (corr. V2) 17 ἀεὶ VS2Βa Sp.: λέγειν FS¹L ἀνάγκη εἶναι a Sp. 18 ἵδρυσθαι V1 (corr. V2) τόπον] τρόπον a περιπολεῖ V¹ Vict. Sp.: περιπολεῖν V2BGFSLa 20 λέγεται εἶναι a Sp. 21 δύναμις ⟨ἄμα⟩ coni. Sp. τῶν ἐναντίων εἶναι a Sp. ἄμα om. GFS¹L 22 καὶ VGFL: del. S2B2: om. a 23 μὴ οὕτως ἔχειν] fortasse δὴ οὕτως ἔχει: οὕτως ἔχει coni. Sp. ἔχον] ἔχειν FS1L 26 καὶ οὐκ V²BS²a Sp. 28 τοῦ τὰ a Sp. ἐν add. B2FS²La Sp. αὐτῷ] αὐ in lit. V 29 δεικτικὸν scripsi: δεκτικὸν VFB1S1GL: αἴτοον B²S²a Sp.)

33
ἀμφοτέρων δεκτικῷ γίνεται τῷ παρεῖναι τοῦτο, τὸ δὲ μὴ τοιαύτην σχέσιν ἐσχηκέναι πρὸς αὐτό, ἢ μετὰ ἰσχυροτέρας δυνάμεως αὐτὸ κινεῖν. εἰ γὰρ μὴ ἅμα τὰς δυνάμεις εἶχεν αὐτῶν, ἀλλ᾿ ἐν ἄλλῳ καὶ ἐν ἄλλῳ χρόνῳ, ἀδύνατον ἂν ἦν ποτε τόδε τι τῶν ἐναντίων δέξασθαι αὐτό, οὐ τῷ ἕτερον αὐτῶν ἐν αὑτῷ προλαβὸν εἶναι, ἀλλὰ καὶ μηδετέρου παρόντος καὶ παρόντος αὐτῷ τοῦ ποιητικοῦ τῷ μὴ ἔχειν τὴν δύναμιν τοῦ τότε δέ|ξασθαι αὐτό. εἰ δὲ μηδεὶς χρόνος ἐστίν, ἐν ᾧ τὸ δεκτικὸν τῶν ἐναντίων ὁμοίως κεκώλυταί τι αὐτῶν ἔχειν --- μόνον γὰρ τότε τὸ ἕτερον αὐτῶν κωλύεται ἐν τῷ δεκτικῷ γενέσθαι, ὅταν ὑπὸ θατέρου τὸ δεκτικὸν αὐτῶν προληφθῇ τῷ ἀδύνατον εἶναι τὰ ἐναντία συνυπάρχειν ἀλλήλοις. οὐδὲν μέντοι κεκώλυται. καθόσον ἐπὶ τῇ τοῦ δεκτικοῦ φύσει, φθεῖραν τὸ προϋπάρχον τῷ δεκτικῷ δύναμιν ἔχειν τὸ τοῦτο ποιητικὸν αὐτὸ ἐν αὐτῷ γενέσθαι. καὶ γὰρ εἴ τί ἐστι ἐν τῷ ἑτέρῳ τῶν ἐναντίων, τότε δύναμιν ἔχει τοῦ μεταβάλλειν εἰς θάτερον (εἰ γὰρ μὴ ἔχοι τὸ ἐν τῷ ἑτέρῳ τῶν ἐναντίων ὃν δύναμιν τοῦ μεταβάλλειν εἰς θάτερον, μένοι ἂν ἐν τῷ ἑτέρῳ ἀδύνατον ὃν εἰς τοῦτο μεταβάλλειν ἔτι), εἰ δὲ μεταβάλλει, δῆλον ὡς τῷ δύναμιν ἔχειν τοῦ δέξασθαι καὶ τὸ ἐναντίον μεταβάλλοι ἂν πᾶν εἰς αὐτό. ἀλλὰ μὴν καὶ τοῦ ὄντος ἐν αὐτῷ ἐναντίου δύναμιν ἔχει. οὐ γὰρ δὴ μὴ δυνάμενον εἶναι ἐν αὐτῷ ἐστι ἐν αὐτῷ. ὅτε τοῦ ἑτέρου τῶν ἐναντίων τὴν δύναμιν ἔχει, τότε καὶ θατέρου, ὥστε ἅμα μὲν ἀμφοτέρων· καὶ ὅτε τοῦ ἑτέρου καὶ τοῦ ἑτέρου, τότε θάτερον προειληφέναι, οὐδὲν ἧττον, ὅσον ἐπὶ τῇ τοῦ δεκτικοῦ φύσει, δεδυνημένου ἂν καὶ τούτου προειληφέναι, γίνεται τούτων ὧν δύναται, τὸ μὲν ἔχον τὸ δὲ ἕξον. |