Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Τὸ δυνατὸν ἢ εἶναι ἢ γενέσθαι ἐπὶ τούτων κατηγορεῖται κυρίως, ἐπὶ τῶν ἐνδεχομένων καὶ μὴ εἶναι καὶ μὴ γενέσθαι ταῦτα ἃ λέγεται δυνατὰ εἶναι ἢ γενέσθαι. λέγομεν γοῦν δυνατὸν εἶναι οἷόν τε εἶναι ἢ γενέσθαι ἀκώλυτον ὄν. οὐ γὰρ τῷ πάντως γενέσθαι ἡ τοῦ δυνατοῦ κρίσις, ἀλλὰ τῷ μὴ κεκωλῦσθαι γενέσθαι αὐτό. δυνατὸν γὰρ οὐδὲν ἧττον τὸ μὴ κωλυόμενον ὑπό τινος περι|στάσεως γενέσθαι πρὸς ὃ τὴν ἐπιτηδειότητα ἔχει, κἂν μὴ γένηται. δυνατὸς γὰρ Δίων γραμματικὸς γενέσθαι, ἔστ᾿ ἂν ᾖ, κἂν μὴ γένηται, εἰ μὴ εἴη τὸ δύνασθαι γενέσθαι γραμματικὸν αὐτὸν κεκωλυμένον. [*](1 pr. ἢ] ἤτοι a 7 αὐτὸ V¹GFSLa Sp.: αὐτῶ V²B 8 μηδὲν B2S2a Sp.: μηδενὶ VB¹S¹L ὃν V1 (corr. V²) 9 ἀλλ᾿ οὐδὲ ἐν ᾧ ἐστι σώματι καὶ οὗ εἶδός ἐστιν B2 (post verba γρ. οὕτως) S2a Sp.: ἀλλ᾿ ὑφ᾿ ἕν ἐστι καὶ οὗ εἶδὸς ἐστιν VB¹FGS¹L καὶ del. Sp. 11 οὐδὲν V1 (corr. V2) 13 οὐδὲν V¹GFS¹L: οὐδὲν δὲ V2B2: οὐδὲν ἄρα S²a Sp. τι] τε B² 14 οἴονται V¹ (corr. V²) τε GFSLa Sp.: δὲ VB Vict. 15 αὐτὴ La Sp.: αυτη V: αὕτη S: αὐτῆ γὰρ om. a: fortasse οὐδὲ γὰρ 24 εἰ εἴη] ἢ εἰ a αὐτοῦ VB: ἑαυτοῦ FSa Sp. et tabula 25 δυνατον sic V (sub ο litura) 27 οἱόν VB: τὸ οἷον FGSLa Sp.: ὃ οἷόν Vict. οἷόν τε εἶναι del. B² 28 τὸ ἀκώλυτον V2BS2a Sp. 30 ὑπό in lit. V 32 εἴη] η s. v. V)

31
εἰ δὲ τοιοῦτον δῆλον ὄν, ἀληθεύοιτ᾿ ἂν τὸ δυνατὸν γενέσθαι τόδε τι ἐπὶ τούτων, ἢ δυνατὸν τὸ αὐτὸ τοῦτο καὶ μὴ γενέσθαι. ὃ δὲ ἐξ ἀνάγκης τι ἢ ἔστιν ἢ γίνεται, τοῦτο οὐκ ἀληθὲς λέγειν δύνασθαι γενέσθαι, εἰ μή τις τῷ δυνατῷ ἀντὶ τοῦ ἀναγκαίου χρῷτο. καὶ τὸ ἀδύνατον τὸ γινόμενον τοιοῦτον διὰ τὸ κεκωλῦσθαι, καὶ μεταπῖπτον τοῦ δυνατοῦ διὰ τὴν κωλύουσαν αὐτῷ γενέσθαι περίστασιν τοῦτο, ὃ ἦν δυνατὸν κατὰ τὴν ἑαυτοῦ φύσιν, εἴη ἂν ἐπὶ τούτων γινόμενόν τε καὶ λεγόμενον, ἃ καὶ πρὸς τὸ γενέσθαι καὶ πρὸς τὸ μὴ γενέσθαι τὴν ἐκ τῆς οἰκείας φύσεως παρασκευήν τε καὶ ἐπιτηδειότητα ἔχει. διὸ τὸ μὲν ἄχυρον, δυνατὸν ὃν καυθῆναι καὶ μὴ καυθῆναι, ἀδύνατον γίνεται καυθῆναι, ἂν ἐν τῇ ἀτόμῳ γένηται, καὶ ἡ ψηφὶς δυνατὴ οὖσα ὁραθῆναί τε καὶ μὴ ὁραθῆναι ἀδύνατος ὁραθῆναι γίνεται, ὅταν ἐν τῷ βυθῷ γένηται, τῷ κεκωλῦσθαι εἰς ἐνέργειαν ἐλθεῖν τὴν πρὸς τὸ ἕτερον ὧν ἐδύνατο ἐπιτηδειότητα. οὐκέτι δὲ ἡ διάμετρος ἀδύνατος σύμμετρος εἶναι τῇ πλευρᾷ διὰ τὸ κεκωλῦσθαι (τὴν γὰρ ἀρχὴν ἀνεπίδεκτός ἐστι τοῦ σύμμετρος εἶναι τῇ πλευρᾷ δύνασθαι) εἶναι λέγεται, ἀλλ᾿ ἀσύμμετρον αὐτὴν ἐξ ἀνάγκης εἶναι λέγοντες τὸ σύμμετρον αὐτῆς ἀδύνατον κατηγοροῦμεν, καὶ τὸ θεῖον ἐξ ἀνάγκης ἄφθαρτον εἶναι λέγοντες ἀδύνατον αὐτό φαμεν εἶναι τῇ αὑτοῦ φύσει φθαρῆναι. διττῶν τοίνυν τῶν ἀδυνάτων ὄντων, τῶν μὲν φύσει, τῶν δὲ διὰ τὸ κεκωλῦσθαι, καὶ φύσει μὲν ὄντων ἀδυνάτων τούτων, οἷς τισιν ὑπάρξειν τὰ ἀντικείμενα αὐτοῖς ἐξ ἀνάγκης ὑπάρχει, διὰ δὲ τὸ κεκωλῦσθαι τούτων, ἃ ἔχοντα πρὸς τὸ γενέσθαι φυσικὴν ἐπιτηδειότητα ὑπό τινος περιστάσεως ἐν αὐτοῖς γενέσθαι κεκώλυται, καὶ μόνων ἀδυνάτων γίνεσθαι δυναμένων διὰ τὸ κεκωλῦσθαι τῶν ἐνδεχομένων τι ἢ δυναμένων, ὅτι δυναμένων ἀλλ᾿ οὐκ ἐξ ἀνάγκης, εἰ μὲν ὁ κόσμος γενητὸς ὢν ἔχει ἐν ἑαυῷ δύναμιν καὶ τοῦ φθαρῆναι καὶ τοῦ μὴ φθαρῆναι, δύναιτ᾿ ἂν ὑπό τινος κωλυθεὶς φθαρῆναι ἀδύνατος φθαρῆναι γενέσθαι, εἰ δέ ἐστιν ἐξ ἀνάγκης καὶ ἐν τῇ φύσει παντὸς τοῦ γενομένου τὸ φθαρῆναι, ἐξ ἀνάγκης ἂν ὑπάρχοι παντὶ τῷ γινομένῳ τὸ δεῖν αὐτὸ φθαρῆναι. ᾧ δὲ ἐξ ἀνάγκης τὸ φθαρῆναι, τοῦτ᾿ ἀδύνατον μὴ φθαρῆναι διὰ τὸ τὴν φύσιν αὐτοῦ ἀνέφικτον ἀιδιότητος εἶναι, ὥστε καὶ ὁ κόσμος φθαρτὸς ὢν ἐξ ἀνάγκης, εἴ γε καὶ [*](1 ὄν V¹: ὧν GFL: ὅτι V2BS2a: om. S1 2 ἢ prius) VLa: ἠ S: ἧ B (acc. et spir. in lit.) F: εἰ Sp.: fortasse ἃ 5 το sic V1 μεταπῖπτον V2B coni. Sp. (vel μεταπίπτειν): μεταπίπτοντα V¹FSa: μεταπίπτοντος G (corr. ex μεταπιπτωντος) L αὐτὸ V2B 6 ὃ ἧν] οὖν Vict.: οὖν δυνατὸν ὄν Sp. sed omnia sana 7 πρὸς τὸ ante μὴ om. a Sp. 9 ὃν add. V2BS2a Sp. 10 ἂν V2B: ἀν V¹: ἐὰν GFSa Sp. ἡ s. v. V ψηφὶς GF Sp.: ψῆφοσ V (inter ο et σ paullulum rasum) B: ψῆρις Sa δυνατή] α s. v. V 15 εἶναι om. a Sp.: εἶναι λέγεται om. ἀλλ᾿ ἀσύμμετρον V2B Sp.: ἀλλὰ σύμμετρον V¹GFSLa 17 αὐτὸν a Sp. 18 διττῶν] διτ in lit. V 20 οἷς τισιν V²B Vict. Sp.: τισιν V¹GFSLa ὑπάρξειν scripsi: ὑπάρξεων V¹FSG¹La Sp.: ὑπάρξεως G: ὑπάρξεσι Vict.: ὑπάρξαι V2B: τὸ ἐν ὑπάρξει εἶναι coni. Sp. ὑπάρχει VGFSa Sp.: ὑπάρχοι L: οὐχ ὑπάρχει V2B Vict. 21 τὰ ἔχοντα a 22 μόνων V¹GFSa Sp.: μόνον V2B 22. 23 γίνεσθαι VB: γενέσθαι GFSLa Sp. 23 δυναμένων] fortasse γινομένων 24 ὅτι δυναμένων (ω in lit.) V¹: ὅτι δυνάμει ἦν GFSLa Sp.: del. V²: om. B recte ut videtur 28 ᾧδε V1 //ανάγκησ sic V)
32
γεννητός, κατὰ τὴν αὑτοῦ φύσιν ἀνεπίδεκτός ἐστιν ἀιδιότητος. τὸ δ᾿ οὕτως ἀνεπίδεκτον ἀιδιότητος κατὰ τὴν αὑτοῦ φύσιν ἀδύνατον ἀιδιότητα δέξασθαι. τὸ δ᾿ οὕτως ἀδύνατον, πᾶσιν ὃν ἀδύνατον, καὶ τοῖς θεοῖς ἂν εἴη τοιοῦτον. οὔτε γὰρ τὸ ἐξ ἀνάγκης ὑπάρχον τινὶ οἷόν τε ὑπάρχειν αὐτῷ κωλυθῆναί ποτε οὐκ ἦν οὕτως ὑπάρχον, οὔτε τὸ ἀδύνατον ὑπάρχειν δυνατὸν ὑπάρχον γενέσθαι. μόνα γὰρ ἐκεῖνα κωλυθῆναι ὑπάρχειν τισὶν οἷά τε, πρὸς ἃ καὶ τοῦ ἔχειν αὐτὰ καὶ τοῦ μὴ ἔχειν φυσικὴν παρασκευὴν ἔχει, καὶ ἃ χωρὶς τοῦ κωλύεσθαι δύναται ἐν αὐτῷ μὴ γενέσθαι. ἅ ἐστιν ἐξ ἀνάγκης τισὶ παρακολουθοῦντα, οὐχ οἷόν τε ταῦτα κωλυθῆναι γενέσθαι. ἔσται γὰρ οὕτω ταὐτὸν ἅμα γινόμενόν τε καὶ μὴ γινόμενον, γινόμενον μὲν διότι ἀναγκαῖον ἦν γενέσθαι, οὐ γινόμενον δὲ διότι ἦν κεκωλυμένον, τοῦτο δὲ ἀδύνατον. ἀδύνατον καὶ τὸ φθαρτὸν κωλυθῆναι φθαρῆναι, ἐπειδὴ ἀναγκαῖον τῷ φθαρτῷ τὸ φθαρῆναι καὶ ἀδύνατον τὸ μὴ φθαρῆναι. ἔσται γὰρ οὕτως ἅμα φθειρόμενός τε καὶ μὴ φθειρόμενος. ὅτι δὲ τὰ ἀδύνατα τῇ αὑτῶν φύσει καὶ τοῖς θεοῖς ἐστι τοιαῦτα, καὶ Πλάτων αὐτὸς μαρτυρεῖ, δι᾿ ὧν λέγει· ἀλλ᾿ οὕτ᾿ ἀπολέσθαι τὰ κακὰ δυνατόν, ᾦ Θεόδωρε· ὑπεναντίον γάρ τι τῷ ἀγαθῷ ἀεὶ εἶναι ἀνάγκη, οὔτ᾿ ἐν θεοῖς αὐτὰ ἱδρῦσθαι, τὴν δὲ θνητὴν φύσιν καὶ τόνδε τόν τόπον περιπολεῖ ἐξ ἀνάγκης’’. |