Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Εἴ τι εἶδός τινος ἐν ὑποκειμένῳ ἐστίν, ἤτοι ἐν τῇ ὕλῃ ἐν ὑποκειμένῳ [*](1 ἄλληλα] λλ in lit. V 3 πῶς ἂν ἔτι ἀίδια μένοι (μένει B) VB: πῶσ ἂν αἰτία ἀεὶ διαμένει F: πῶς ἂν αἴτια ἀεὶ διαμένοι GSLa Sp. 5 πρῶτον Sp: πρώτωι V: πρώτω LBSa: πρῶτα 6 primum τὸ, deinde τοῦ denique τῶ B 9 ταῦτα V1B1: ταῦτα τὰ V2B²: τὰ GFL: om. Sa Sp. 11 ἐξ ἐκείνων αὐτοῖς a 13 καὶ τῶν om. a 16 εἴδη] δ in lit. V 17 ἀεὶ] fortasse καὶ 18 ὂν εἴη V Vict. Sp.: ἓν εἴη FSa: ἐν εἴη L 19 μὴ ἥδε B2S2a Sp.: μὴ ᾖδε V: μὴ ἧ δὲ B1: μηδὲ GFS1L alt. ἥδε] ἥδε B2 Vict. Sp.: ᾖ δὲ V: ἧ δέ B1: om. GFS1La μηδὲ—στέρησις om. S² 21 ἐκ τοῦ VB: ἐκ τοῦ μὴ GFSLa: ἐκ τοῦ εἰ μὴ Vict. Sp. 22 τῷ μὴ Vict.: τὸ μὴ libri 23 ἐνεργεία ἀνάγκην ἔχειν VB¹: ἀνάγκην ἔχειν GFS1 L: ἐνεργεία ἀνάγκη B²S2a Sp. 24 εἰ addidi οὗ] fortasse ὃ 27 δυνάμει V¹: δύναται V²FGLBSa Sp. 28 ὧν FGSLa Sp.: ὃν VB αὐτὴ B: αυτη sic V: αὕτη FLa Sp: αὐτῆ G)

30
ἐστὶ τῇ πρώτῃ, ἢ ἐν τῷ σώματι οὗ εἶδός ἐστιν, ἢ ἐν τῷ εἰς τοῦτο μεταβάλλοντι σώματι. οὔτε δὲ ἐν τῇ πρώτῃ ὕλῃ οἷόν τέ τι ἐν ὑποκειμένῳ εἶναι, ὅτι μηδὲ τὴν ἀρχὴν ὑπόκειται ἡ τοιαύτη ὕλη ἐνεργείᾳ, ἀλλὰ δεῖται πρὸς τὸ εἶναι ἐν ὑπάρξει τοῦ εἴδους (οὔτε γὰρ τὴν ὕλην χωρὶς εἴδους οἷόν τε ἐν ὑποστάσει εἶναι οὔτε τὸ εἶδος ἄνευ τῆς ὕλης· ἑκάτερον γὰρ αὐτῶν τοῦ ἑτέρου δεῖται πρὸς τὸ εἶναι ἐνεργείᾳ τε καὶ ἐν ὑπάρξει· δεῖ δὲ τὸ ἐν ᾧ τί ἐστιν ὡς ἐν ὑποκειμένῳ, αὐτὸ εἶναι πρῶτον ἐνεργείᾳ, μηδὲν πρὸς τὸ εἶναι ὃ ὑπόκειται βοηθούμενον ὑπὸ τοῦ ἐν ὑποκειμένῳ ὄντος αὐτῷ), ἀλλ᾿ οὐδὲ ἐν ᾧ ἐστι σώματι καὶ οὗ εἶδός ἐστιν, οἷόν τε αὐτὸ ἐν ἐκείνῳ ὡς ἐν ὑποκειμένῳ εἶναι. μέρος γάρ ἐστι τούτου, εἴ γε κατὰ τοῦτ᾿ ἐστιν ἐκείνῳ τὸ εἶναι. ἀλλ᾿ οὐδ᾿ ἐν τῷ εἰς τοῦτο μεταβάλλοντι σώματι εἴη ἄν, ὅτι μηδέ ἐστιν ἐκεῖνο τὴν ἀρχήν, ἀλλ᾿ ἐφθάρη. ἡ γὰρ κατὰ τὰ εἴδη τῶν σωμάτων μεταβολὴ φθορά. οὐδὲν εἶδος ἔνυλόν | τι καί τινος ὂν οἷόν τε εἶναι ἐν ὑποκειμένῳ. εἰ δὲ τοῦτο, εἶδος δὲ καὶ ἡ ψυχὴ τοῦ ἐμψύχου σώματος, οὐδὲ αὐτὴ ἂν εἴη ἐν ὑποκειμένῳ (οὔτε γὰρ ἐν τῷ ζῴῳ· μέρος γὰρ ἡ ψυχὴ τοῦ ζῴου κυριώτατον), οὔτε ἐν τῷ εἰς τὸ ἔμψυχον σῶμα μεταβάλλοντι σώματι. πῶς γὰρ ἂν ἐν τῷ ἐφθαρμένῳ; φθορὰ γὰρ ἐκείνῳ ἐγένετο ἡ εἰς τὸ ἔμψυχον μεταβολή. ὅλως τε ἀδύνατον εἶναι τὴν ψυχὴν ἔν τινι ὃ μὴ ψυχὴν ἔχει. ὃ δὲ τὴν ἀρχὴν μὴ ἔστιν ἔν τινι, οὐδ᾿ ἂν ἐν ὑποκειμένῳ αὐτῷ εἴη. εἰ δὲ ἐν μὲν ᾧ ἐστι σώματι, εἶδός ἐστιν ἐκείνου καὶ μέρος, ἐν ᾧ δὲ μὴ ἔστι τὴν ἀρχήν, οὐδ᾿ ἂν ἐν ὑποκειμένῳ αὐτῷ εἴη, οὐκ ἂν ἡ ψυχὴ ἐν ὑποκειμένῳ τινὶ εἴη.