Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Ὅτι μὲν οὖν τἀναντία πως πάντες ποιοῦσι τὰς ἀρχάς, δῆλον. καὶ τοῦτ᾿ εὐλό|γως· δεῖ γὰρ τὰς ἀρχὰς μήτε ἐξ ἀλλήλων εἶναι μήτε ἐξ ἄλλων, καὶ ἐκ τούτων πάντα. τοῖς δ᾿ ἐν αντίοις τοῖς πρώτοις ὑπάρχει ταῦτα, διὰ μὲν τὸ πρῶτα εἶναι μὴ ἐξ ἄλλων, διὰ δὲ τὸ ἐναντία μὴ ἐξ ἀλλήλων. ἠπόρησε τί πότ᾿ ἐστι τὸ εἰρημένον διὰ ταύτης τῆς λέξεως, καὶ διὰ τί ἢ οὐκ ἐξ ἀλλήλων τὰ ἐναντία, ἢ οὐκ ἐξ ἄλλων καὶ τὰ πρότερα. τό τε γὰρ ἐξ ἀλλήλων τὰ ἐναντία γίνεσθαι αὐτὸς ὀλίγον προελθὼν λέγει (δείξας γάρ τινα ἐπήνεγκεν· εἰ τοίνυν τοῦτ᾿ ἔστιν ἀληθές, ἅπαν ἂν γίνοιτο τὸ γινόμενον καὶ φθείροιτο τὸ φθειρόμενον ἢ ἐξ ἐναντίων ἢ εἰς ἐναντία καὶ τὰ τούτων μεταξύ. τὰ δὲ μεταξὺ ἐκ τῶν ἐναντίων ἐστίν, οἷον χρώματα ἐκ λευκοῦ καὶ μέλανος, ὥστε πάντα ἂν εἴη τὰ φύσει γινόμενα ἢ ἐναντία ἢ ἐξ ἐναντίων), τό τε λέγειν τὰ πρῶτα ἐναντία μὴ ἐξ ἄλλων γίνεσθαι ἀπορήσαι τις ἄν, πῶς λέγεται. καθόσον μὲν γὰρ πρῶτα ὑπόκειται ἐναντία, οὐκ ἂν εἴη γινόμενα ἔκ τινων προϋπαρχόντων ἐναντίων (οὐκέτι γὰρ ἂν αὐτὰ πρῶτα εἴη), πῶς δ᾿ εἰ μὴ τοῦτο γίνοιτο, ἀίδια ἔσται τὰ πρῶτα ἐναντία; ἢ γὰρ δεήσει αὐτὰ εἰς ἄλληλα μεταβάλλειν, ὅπως γίνοιτό τι ἐξ αὐτῶν (οὕτως δὲ οὐκέτ᾿ ἂν σώζοιτο οὐδὲ ἀεὶ μένοι, οὐδ᾿ ἂν ἄφθαρτα εἴη οὐδ᾿ ἀμετάβλητα εἰς ἄλληλα), ἢ εἰ ἀεὶ μένοι τὰ αὐτά, οὐ κατὰ μεταβολὴν ἂν οὐδὲ κατ᾿ ἀλλοίωσίν τινα τὰ γινόμενα γίνοιτο, ἀλλὰ συνθέσει τε καὶ συγκρίσει καὶ διακρίσει τῶν πρώτων πρὸς ἄλληλα καὶ ποιᾷ θέσει καὶ τάξει. οὐχ οὕτω δ᾿ ἔχειν αὐτῷ δοκεῖ. ἢ ἐξ ἀλλήλων μὲν οὔ φησι γίνεσθαι τὰ ἐναντία, ὅτι μὴ οὕτως γίνεσθαι ἐξ ἀλλήλων δύναται ὡς ὑπομενόντων (οὐ γὰρ ὑπομένει τὸ ἕτερον τῶν ἐναντίων θάτερον), δοκεῖ δὲ πᾶν γινόμενον ἔκ τινος ὡς ὑπομένοντος αὐτοῦ γίνεσθαι, ὡς προϊὼν αὐτὸς δείκνυσί τε καὶ διορίζει. εἰ δ᾿ οὕτω μὲν ἐξ ἀλλήλων μὴ γίνεται, κατὰ δὲ τὴν τοῦ ὑποκειμένου παρὰ μέρος εἰς ἑκάτερον αὐτῶν μεταβολὴν γίνεται, [*](1 ἐν τῷ α τῆς Φυσικῆς ἀκροάσεως] Phys. ausc. I, 5. 188a26 (v. 9 cf. ib. 188b21) 4 τἀναντία Sp.: ἐναντία VBa: ἐναντίας GFSL 5 τοῦτ᾿] τὸ a 7 ὑπάρχειν a 8 μὴ V¹ in mg ἠπόρησε (supr ε paullulum rasum) VB: ἠπόρηται GFSLa Sp. ποτ᾿] infra ο paullulum rasum V 9 ἢ om. a Sp. 10 καὶ add. Vict. Sp. 11 προσελθὼν V1 (corr. V²) ἐπήγαγεν a Sp. 13 ἢ add. Sp. 16 ἐναντίων] αν Supra versum V τὸ δὲ Vict. 19 δ᾿ εἰ] δεῖ a 21 οὐδὲ ἀεὶ μένοι G Vict.: οὐδὲ εἰ μένοι VSBa: οὐδεείμενοι FL 22 μένοι (μένει B) τὰ αὐτά BGFSLa Sp.: μὲν, τὰ (τὸ supra τὰ V1) αὐτα sic V quod quomodo correxerit V² incertum 23 ἂν V2B Vict.: ὂν V¹: om. GFSLa 25 οὕτω δ᾿] οὕτωσ V¹ (corr. V2) fortasse δοκεῖ. εἰ ἐξ 27 ὑπομένει] ει in lit. V fortasse θάτερον ⟨γινόμενον⟩ 29 διορίζει] Phys, Ause. I, 7. 189b30 sqq. μὴ γίνεται V: οὐ γίνεται BS2: μὴ γίνοιτο GFS¹La 30 ὑποκειμένον V¹ (corr. V²) μεταβολὴν B2: μεταβολὴ libri)

29
οὐδὲν κωλύσει καὶ τὰ πρῶτα ἐναντία μεταβάλλοντα εἰς ἄλληλα κατὰ τοῦτον τὸν τρόπον αἴτια γενέσεως γίνεσθαι τοῖς μετὰ ταῦτα. ἀλλ᾿ εἰ οὕτως μεταβάλλει, πῶς ἂν ἔτι ἀίδια μένοι ἢ τίνι ἂν διαφέροι τῶν μὴ πρώτων ἐναντίων; καὶ γὰρ ἡ τούτων εἰς ἄλληλα μεταβολὴ τοῦτον γίνεται τὸν τρόπον. ἢ διαφέροι ἂν τὰ πρῶτα τῶν ἐναντίων τῶν μὴ πρώτων πρῶτον μὲν τῷ ἐξ ἐκείνων μὲν τὰ γινόμενα πάντα γίνεσθαι. ἐκ γὰρ εἴδους τινὸς καὶ στερήσεώς τινος παρὰ μέρος ἐν τῇ ὕλῃ γινομένων αἱ πάντων γενέσεις καὶ φθοραί, οὐκέτι δ᾿ ἐκ λευκοῦ καὶ μέλανος ἢ γλυκέος καὶ πικροῦ ἤ τινων ὁμοίων τούτοις ἐναντίων. ἔτι αὐτὰ μὲν ταῦτα ὕστερα ἐναντία, εἰ καὶ | εἰς ἄλληλα μεταβάλλει, τῷ γίνεσθαι παρὰ μέρος ἐν τῇ ὕλῃ, ὃ ἔχει καὶ τὰ πρῶτα ἐναντία, ἀλλὰ καὶ ἡ γένεσις τὴν ἀρχὴν αὐτοῖς ἐξ ἐκείνων. διὰ γὰρ ποιᾶς ἕξεώς τε καὶ στερήσεως ἥ τε τῶν χυμῶν γένεσις καὶ ἡ τῶν χρωμάτων καὶ τῶν ἀνάλογον τούτοις ἐναντίων, ἐξ οὐδενὸς δὲ μεταβάλλοντος τὰ πρῶτα ἐναντία γίνεται. διὸ καὶ ἀίδια κατὰ τοῦτο τῷ μηδὲν αὐτῶν προεπινοεῖσθαι πρῶτον ἐξ ὧν ἡ τῶνδε γένεσις. δεικνύοιτο δ᾿ ἂν καὶ ἀίδια. οὐ γὰρ εἰ τὰ καθ᾿ ἕκαστα εἴδη καὶ αἱ στερήσεις δείκνυνται παρὰ μέρος εἰς ἄλληλα μεταβάλλοντα, διὰ τοῦτο οὐκ ἀίδια, ἀλλ᾿ ἐὰν ἀεὶ φαίνωνται ἀναγκαίως περὶ τῇ ὕλῃ ἑκάτερον αὐτῶν ὄν, εἴη ἂν ἀίδια τε ἕξις καὶ ἡ στέρησις, εἰ καὶ μὴ ἥδε ἡ ἕξις μηδὲ ἥδε ἡ στέρησις ἀίδια. ὅτι δὲ ἀναγκαῖον ἀεὶ ταῦτα εἶναι, δῆλον πρῶτον μὲν ἐκ τοῦ τὴν ὕλην ἀίδιον οὖσαν μὴ δύνασθαί ποτε χωρὶς εἴδους εἶναι, ἢ ἐπινοίᾳ μόνον, δεύτερον ἐκ τοῦ δυνάμει τὰ ἀντικείμενά τε καὶ τὰ ἐναντία οὖσαν αὐτήν, τῷ μὴ δύνασθαι ἅμα ἐν τοῖς ἐναντίοις εἶναι ἐνεργείᾳ, ἀνάγκην ἔχειν, ὅταν θάτερον αὐτῇ τῶν ἐναντίων παρῇ, δυνάμει θάτερον εἶναι. τὸ δὲ δυνάμενον εἰ ἐν στερήσει τότε ἐστὶν ἐκείνου οὗ δύναται, ἀνάγκη τὴν ὕλην ἀεὶ μετὰ εἴδους τινὸς εἶναι καὶ στερήσεως. εἰ δ᾿ ἀεὶ μετ᾿ ἀμφοτέρων καὶ οὐδέποτε ἔστιν, ὅτε ἡ ληφθεῖσα ὕλη ἢ πάντα, ἃ δυνάμει, ἅμα ἐνεργείᾳ ἔσται, ἢ πάντα ἃ δύναται δυνάμει. οὐδὲν δὲ ὧν δύναται ἐνεργείᾳ (οὐδὲν γὰρ ἂν αὐτὴ εἴη), ἀναγκαῖον τὰ πρῶτα ἐναντία ἀίδια εἶναι.