Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Εἰ οἱ θεοὶ προνοοῦσι τῶν ἀνθρώπων, ἀγαθόν τι αὐτοῖς παρέχουσιν. πᾶν γὰρ τὸ προνοοῦν τινος ἀγαθόν τι τῷ προνοουμένῳ περιποιεῖ, ὡς τὸ μὴ ἀγαθόν τι περιποιοῦν τινι τοῦτο οὐδ’ ἂν προνοοῖ αὐτοῦ. ἀλλὰ μὴν καθ’ οὕς μόνον τὸ καλὸν ἀγαθόν, οὐδὲν οἱ θεοὶ τοῖς ἀνθρώποις περιποιοῦσιν, ὡς δείξω. καθ’ οὃς οὐ μόνον τὸ καλὸν ἀγαθόν, οἱ θεοὶ οὐ προνοοῦσι τῶν ἀνθρώπων. ὅτι δὲ μηδὲν παρὰ θεῶν ἀγαθὸν τοῖς ἀνθρώποις κατὰ τοὺς προειρημένους γίνεται, δῆλον ἐντεῦθεν. τὸ καλὸν ἐφ’ ἡμῖν, ὃ ἐφ’ ἡμῖν ἐστι, τοῦτο δι’ ἑαυτῶν κτώμεθα, ὃ δι’ ἑαυτῶν κτώμεθα, τοῦθ’ ὑπ’ οὐδενὸς ἄλλου περιγίνεται. τὸ καλὸν ὑπ’ οὐδενὸς ἡμῖν ἄλλου περιγίνεται. εἰ ὑπὸ μηδενός, οὐδ’ ὑπὸ τῶν θεῶν. ἀλλὰ μὴν ταὐτὸν ἀγαθόν τε καὶ καλόν. καθ’ σὓς μόνον τὸ καλὸν ἀγαθόν, οὐδὲν ἀγαθὸν τοῖς ἀνθρώποις ὑπὸ τῶν θεῶν περιγίνεται.