Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Εἰ ἀδύνατον ἅμα τὰ ἐναντία τῷ αὐτῷ ὑπάρχειν, πῶς οἷόν τε ἅμα τὸν αὐτὸν ἥδεσθαι τε καὶ λυπεῖσθαι, ὃ συμβαίνει τοῖς διψῶσίν τε καὶ πίνουσιν, ὁμοίως δὲ καὶ τοῖς πεινῶσιν τε καὶ ἐσθίουσιν, ἔτι δὲ τοῖς ψωριῶσίν τε καὶ κνωμένοις; ἢ γὰρ οὐκ ἐναντίον ἡδονὴ λύπῃ, ἢ οὐκ ἀληθὲς τὸ μὴ οἷόν τε ἅμα τῷ αὐτῷ τὰ ἐναντία ὑπάρχειν. ἢ οὔτε τὸ ἀδύνατον ἅμα τῷ αὐτῷ τὰ ἐναντία ὑπάρχειν ἀπλῶς ἀληθές, ἀλλὰ κατὰ ταὐτό, οὔθ' [*](1 γοῦν] τοίνυν 21, 30 πρᾶγμά τι Sp. et 21, 30: πρᾶγμα GFBSLa: πράγματι Vict. 3 ὂν — ὡς desunt 22, 1 4 ὡς om. V1 (add. V²) 5 ἐπεὶ μὴ Vict. et 22, 3: ἢ εἰ μὴ V¹: εἰ μὴ V² GFBSLa ἔχει] σημαίνει 22, 3 6 ὂν add. Vict. et 224 8 ὅτι] τὸ a δῆλον del. SB²: om. a 9 ὡς in lit. V εἶναι add. Vict. Sp. 10 καὶ] καθ’ a 17 αὐτὸ GFLSa Sp. et 22,15: αὐτοῦ VΒ 18. 19 ἐστιν ἐν— εἶναι om. V¹ GFS¹L exh. V²S²a Sp. et 22,16 20, 21 διότι ἐστὶν ἐν πλείοσιν add. Vict. et 22,18 21 οὐδ’] εἴη δ’a 21. 22 τι οἷς V2Ba Sp.: τισ ο.ἶσ V¹: τιθ οἶς F: τιθεὶς S¹: τιθοῖς S² 25 οἴονται V1 26 prius τε om. a Sp. συβαίνει V 26. 27 πινῶσιν V1 (corr. V²) τε om. a Sp. 27 δὲ] τε a Sp. κνωμένοις] κνηθομένοις GLFS 28 ἡδονὴ λύπγ GFSa Sp.: ἡ κοινὴ λύπη V¹: ἡ ἡδονὴ τῆ λύπη V²B: λύπῃ L 21 ἢ οὔτε Β²)

25
ἀπλῶς ἡδονὴ λύπῃ ἐναντία, οὐ γὰρ πᾶσα ἡδονὴ πάσῃ λύπῃ ἐναντία. οὐ γὰρ τῇ ἀπὸ τοῦ θεωρεῖν ἡδονῇ ἡ ἀπὸ τοῦ διψῆν λύπη ἐναντία, ἀλλ’ ἡ ἀπὸ τοῦ αὐτοῦ ἡδονὴ τῇ ἀπὸ τοῦ αὐτοῦ λύπῃ ἐναντία, ἃς καὶ ἀδύνατον ἅμα τῷ αὐτῷ ὑπάρχειν. οὔτε γὰρ ἅμα ἥδεσθαί τε καὶ λυπεῖσθαι ἐπὶ τῷ θεωρεῖν, ὅτι ἡ διάμετρος ἀσύμμετρος τῇ πλευρᾷ, οἷόν τε διὰ τὸ αὐτό, οὔτε τὸν πεινῶντα ἐπὶ τῷ πεινῆν ἅμα σἷόν τε καὶ ἥδεσθαι καὶ λυπεῖσθαι, λυπούμενον μέντοι ἐπὶ τῷ πεινῆν ἅμα ἥδεσθαι ἐπὶ τῷ ἐσθίειν οὐκ ἀδύνατον. οὐ γὰρ ἐναντία τῇ τοιαύτῃ ἡδονῇ ἡ τοιαύτη λύπη. ἡ μὲν γὰρ λύπη ἐπὶ τῇ ἐνδείᾳ, ἡ δὲ ἡδονὴ ἐπὶ τῇ τῆς ἐνδείας θεραπείᾳ, διὸ καὶ ἔστ’ ἂν μὲν ᾖ δεόμενον θεραπείας, θεραπευόμενον ἥδεται, ἄμα δὲ δεῖται θεραπείας καὶ ἐστὶν ἐν λύπῃ. ὅτι γὰρ οὐκ ἀπὸ τοῦ αὐτοῦ ἢ τε λύπη καὶ ἡ ἡδονή, δῆλον ἐκ τοῦ τοὺς πεινῶντας μέν, μὴ τρεφομένους δέ, λυπεῖσθαι μόνον, καὶ ἐκ τοῦ τοὺς τρεφομένους μειοῦν τὴν λύπην. οὕτω τὸ μὲν εἶναι ἐνδεᾶ λύπης μόνης αἴτιον, τὸ δ’ ἀναπληροῦσθαι ἡδονῆς, καὶ οἱ ψωριῶντες καὶ κνώμενοι οὐ διὰ τὸ κνῆσθαι λυποῦνται, ἀλλὰ διὰ τὸ ἔτι δεῖσθαι τοῦ κνῆσθαι, ὥσπερ καὶ οἱ τρεφόμενοι ἐπὶ τῷ ἔτι εἶναι ἐνδεεῖς λυποῦνται, οὐκ ἐπὶ τῷ τρέφεσθαι.