De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

τὰ μέντοι φυτὰ τὴν θρεπτικὴν ψυχὴν ἔχοντα τὴν αἰσθητικὴν οὐκ ἔχει.

ἐπὶ δὲ ταύταις ταῖς δυνάμεσίν ἐστι τὸ ὁρμητικὸν συνεζευγμένον τῷ αἰσθητικῷ· οὐδὲν γὰρ ὄφελος τοῖς ζῴοις αἰσθήσεως μὴ ἐνυπαρχούσης ὁρμῆς·

τοῦτο γὰρ πάσης ἀρχὴ πράξεως.

καὶ ταῦτα μὲν ἀναγκαιότατα καὶ πρῶτα μόρια τῆς ψυχῆς τρία, κοινὰ πᾶσιν ὄντα τοῖς ζῴοις, φυτικόν, αἰσθητικόν, ὁρμητικόν, ἕκαστον αὐτῶν χρήσιμον ὂν πρός τι τούτων, ἐν οἷς τῷ ζῴῳ τὸ εἶναι.

ἔστι γὰρ ἔργα τοῦ ζῴου πρῶτον μὲν τὸ εἶναί τε καὶ ζῆν, δεύτερον δὲ κρίσις τῶν προσπιπτόντων, ἐπὶ δὲ τούτοις ἐνέργειά τε καὶ πρᾶξις.

ἡ μὲν οὖν φυτικὴ τῆς ψυχῆς δύναμις εἰς τὸ εἶναί τε καὶ ζῆν τῷ ζῴῳ συντελεῖ, ἡ δὲ αἰσθητικὴ πρὸς τὴν κρίσιν, πρὸς δὲ τὸ πράσσειν τὸ ὁρμητικόν.

πρᾶξις δέ ἐστι κυρίως ζῴου ἡ μετὰ συγχρήσεως τῶν ὀργανικῶν τοῦ σώματος μορίων ἐνέργεια, ὡς τὸ βαδίζειν, ὡς τὸ λέγειν.

διαιρεῖται δὲ ἡ μὲν θρεπτικὴ δύναμις εἴς τε τὸ τρέφειν καὶ εἰς τὸ αὔξειν καὶ εἰς τὸ γεννᾶν, ἡ δὲ αἰσθητικὴ εἴς τε τὸ αἰσθάνεσθαι καὶ φαντασιοῦσθαι καὶ τὸ μνημονεύειν καὶ τὸ συγκατατίθεσθαι, τὸ δὲ ὁρμητικόν ἐστιν ὥσπερ τέλος τι τῆς φαντασίας καὶ τῆς συγκαταθέσεως.

ταύτης γὰρ χάριν ἐκεῖνα.

πάντως γὰρ τῆς μὲν ὁρμῆς ἡγεῖται συγκατάθεσις, ταύτης δὲ φαντασία.

τούτου δὲ τοῦ ὁρμητικοῦ τε καὶ πρακτικοῦ τὸ μέν ἐστιν ὡς ἡγεμονικόν, τὸ δὲ ὡς ὑπηρετικόν, ἡγεμονικὸν μὲν τὸ ἰδίως ὁρμητικόν τε καὶ ὀρεκτικὸν καλούμενον, τὸ δὲ ἕτερον νευροσπαστικόν, ἐν καὶ τὸ φωνητικόν.

τοῦ δὲ ὁρμητικοῦ ἐστι τό τ᾿ ἐπιθυμεῖν καὶ θυμοῦσθαι καὶ τὸ βούλεσθαι. [*](2 εἰσὶ δὲ κτλ.] cf. p. 16, 19 4 τὸ μὲν γὰρ κτλ.] cf. p. 29, 26 sq. 7 καὶ γεν. Va: τε καὶ γεν. K γεννητική VK: γενητική a οὐ in lit. V οὐ γάρ, ὥς τινες κτλ.] cf. p. 31, 25 10 πλέον δέ τι ἢ κτλ.] plus habent plantae, quam haberent secundum naturam solam cf. ἀλλ᾿ ἐκεῖνος πλέον τι παρὰ τοῦτον ἔχει p. 109, 24 ἔχει γὰρ κτλ.] cf. p. 31, 7 11 αὐτῶν VKa 12 ἃ κατὰ] fortasse καθ᾿ ἃ παρουσία Ka 14 μέντοι V: μὲν Ka 15 ἐπὶ V ex. Vict: ἐπεὶ Ka ὁρμητικὸν Va: ὀρεκτικὸν K 18 φυτικόν scripsi: φυσικόν VKa 20 τῷ ζῴῳ V: τὸ ζώῳ Ka 22 φυτικὴ scripsi: φυσικὴ V Ka 28 τὸ δ᾿ ὁρμητικόν κτλ.] cf. p. 73, 18 sq. 33 ὀρεκτικὸν VK: ὀρετικὸν a 34 τὸ post καὶ om. Ka βούλεσθαι ex. Vict: βουλεύεσθαι VKa cf. 146v11 ἔστι δὲ τοῦ ὀρεκτικοῦ καὶ τοῦ ὁρμητικοῦ τό τε ἐπιθυμεῖν καὶ τὸ θυμοῦσθαι καὶ τὸ βούλεσθαι)

106
ταῦτα γὰρ ὀρέξεως εἴδη.

ὧν ἡ βούλησις ἤδη δοκεῖ μετέχειν καὶ λογισμοῦ·

ἔστι γὰρ ὄρεξις μετὰ βουλῆς.

ἔστι δέ τις καὶ ἄλλη δύναμις τῆς ψυχῆς κριτικὴ ἡ λογιστική, ἣ τοῖς τελειοτέροις τῶν ζῴων ἐγγίνεται.

τοῦτο δέ ἐστιν ἄνθρωπος, οὗ τό τε βουλεύεσθαι ταύτης τῆς δυνάμεώς ἐστι καὶ τὸ καταλαμβάνειν καὶ τὸ δοξάζειν.

// κινεῖ δὲ ἡ ψυχὴ τὸ σῶμα οὐχ ὡς αὐτὴ κινουμένη τε καὶ οὕτω κινοῦσα αὐτό (αὐτὴ γὰρ ἀκίνητος καθ᾿ αὑτήν), ἀλλ᾿ ὡς αἰτία τῷ ζῴῳ τῆς κινήσεως, ὡς ἡ ἐνυπάρχουσα βαρύτης τῇ γῇ τῆς εἰς τὸ κάτω κινήσεως.

οὐ γὰρ πάντα τὰ κινοῦντα ὁμοίως κινεῖ. ἄλλως μὲν γὰρ οἱ βοῦς τὴν ἅμαξαν κινοῦσιν, ἄλλως τὸ ἀγαθὸν καὶ ἐφετὸν καὶ τὸ ὀρεκτὸν κινεῖ τὰ ἐφιέμενα αὐτοῦ· οὐ γὰρ κινούμενον.

διὸ καὶ ἐμψύχων ἡ ὑπὸ τῶν τοιῶνδε κίνησις.

ἡ δὲ ψυχὴ κινεῖ τῷ κατ᾿ αὐτὴν ἡμᾶς νοεῖν [*](143v) τε καὶ προαιρεῖσθαι·