De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

Περὶ ψυχῆς τί τέ ἐστι καὶ τίς αὐτῆς ἡ οὐσία καὶ τίνα αὐτῇ τὰ συμβεβηκότα, οὐ πρόχειρον οὐδὲ ἐκ τοῦ ῥᾴστου καταμαθεῖν, ἀλλ᾿ ἔστιν τῶν χαλεπωτάτων ἡ περὶ τούτων θεωρία, καίτοι τό γε εἶναι τὴν ψυχὴν γνωριμώτατον καὶ φανερώτατον.

ἀλλ᾿ ἔστιν πολλὰ τῶν ὄντων, ἃ τὴν μὲν ὕπαρξιν ἔχει γνωριμωτάτην, ἀγνωστοτάτην δὲ τὴν οὐσίαν, ὥσπερ ἥ τε κίνησις καὶ ὁ τόπος, ἔτι δὲ μᾶλλον ὁ χρόνος.

ἑκάστου γὰρ τούτων τὸ μὲν εἶναι γνώριμον καὶ ἀναμφίλεκτον, τίς δέ ποτέ ἐστιν αὐτῶν ἡ οὐσία, τῶν χαλεπωτάτων ὁραθῆναι.

ἔστι δὲ δή τι τῶν τοιούτων καὶ ἡ ψυχή.

τὸ μὲν γὰρ εἶναί τι τὴν ψυχὴν γνωριμώτατόν τε καὶ φανερώτατον, τί δέ ποτέ ἐστιν οὐ ῥᾴκδιον καταμαθεῖν·

εἰ δὴ τὴν ἀρχὴν τοῦ περὶ αὐτῆς λόγου ἄνωθεν ἀρξάμενοι ποιησαίμεθα ἀπὸ τῆς τοῦ ὄντος εἰς τὰ πρῶτα γένη διαιρέσεως καὶ φανερὸν ποιησαίμεθα, ὑπὸ τί τῶν γενῶν ἐστιν ἡ ψυχή, ἴσως ἂν τούτου κειμένου καὶ τὴν ὅλην οὐσίαν αὐτῆς λάβοιμεν.

διαιρουμένου τοίνυν τοῦ ὄντος εἰς τὰ πρῶτα καὶ ἀνωτάτω γένη δέκα ἕν τι τούτων καὶ τὴν οὐσίαν εἶναί φαμεν, ἧς τὴν μὲν σύνθετον λέγομεν, τὰς δὲ ἐξ ὧν τῇ συνθέτῳ τὸ εἶναι.

σύνθετον μὲν οὖν οὐσίαν λέγομεν εἶναι ταύτην, ἧς τόδε τι κατηγορῆσαι δυνάμεθα, τὴν αἰσθητήν τε καὶ ἐνεργείᾳ οὖσαν καὶ πᾶσιν τοῖς ἄλλοις γένεσιν τοῦ ὄντος ὑποκειμένην, οἷον τόνδε τὸν λίθον, τόδε τὸ ξύλον, τόνδε τὸν χρυσόν, τόδε τὸ πῦρ καὶ ἕκαστον τῶν τοιούτων.

ταῦτα γὰρ καὶ τὰ τοιαῦτα πάντα οὐσίαι σύνθετοι.

ἔστι γὰρ ἐν αὐτοῖς τὸ μέν τι ὑποκείμενον, ὃ ὕλην καλοῦμεν, δύναμιν ἔχον τοῦ εἶδός τι ἐν αὑτῷ δέχεσθαι, τὸ δὲ εἶδος, ὃ δεξάμενον τὸ ὑποκείμενον ἀδιάφορον ὂν πᾶσιν κατὰ τὴν αὑτοῦ φύσιν, ἐν οἷς ἐστι, διάφορόν τε γίνεται καὶ ἤδη τόδε τι, τὸ μὲν γὰρ ἄργυρος, τὸ δὲ χρυσός, τὸ δὲ πῦρ, τὸ δὲ ἄλλο τι.

πάντα γὰρ ταῦτα, ταὐτὸν ἀλλήλοις ὄντα κατὰ τὴν ὕλην τε καὶ τὸ ὑποκείμενον, κατὰ τὸ εἶδος ἔχει τὴν διαφοράν.

ἀναλόγως γὰρ ὡς ἐπὶ τῶν κατὰ τέχνην γινομένων ἔχει, οὕτως [*](3 τις] post ι una lit. er. V 7 γνωριμωτάτην] ην in lit. V ἀγνοστοτάτην a 9 ἀναμφίλεκτον a: ἀναφίλεκτον V 14 ποιησαίμεθα om. a 17 τὰς V: τῆς a 23 αὐτῷ Va 24 fortasse ὂν ⟨ἐν⟩ πᾶσιν αὐτοῦ Va 28 γινομένων] post ο una lit. erasa V)

102
ἡγητέον ἔχειν καὶ ἐπὶ τῶν φυσικῶν οὐσιῶν·

ὥσπερ γὰρ ἐπὶ τῆς τέχνη, τῆς ἀνδριαντοποιικῆς φέρε εἰπεῖν, ὁ μὲν χαλκὸς ὑπόκειται πᾶσι τοῖς ἐξ αὐτοῦ γινομένοις ὑπὸ τοῦ τεχνίτου, τὰ δὲ κατὰ τὴν τέχνην εἴδη γινόμενα ἐν αὐτῷ τῆς τε διαφορᾶς αἴτια καὶ τοῦ τόδε τι εἶναι ἕκαστον αὐτῶν, τὸν μὲν δισκεύοντα, τὸν δὲ διαδούμενον, καὶ ἔστιν ἕκαστον αὐτῶν σύνθετον ἔκ τε τοῦ χαλκοῦ καὶ τῆς τοιᾶσδε μορφῆς, οὕτως ἡγητέον ἔχειν καὶ ἐπὶ τῶν συνθέτων οὐσιῶν.

καὶ γὰρ ἐν ταύταις, τὸ μέν ἐστιν ὑποκείμενον, τὸ δὲ εἶδος, καθ᾿ ὃ καὶ ἕκαστον αὐτῶν ἐστι τόδε τι, τὸ μὲν ὕδωρ, τὸ δὲ ἀήρ, τὸ δὲ ἄλλο τι --- |

--- μένης τῆς ψυχῆς ἐν τῇ πρὸς τὸ σῶμα μίξει τὸ ζῷον γίνεται.

[*](142v) εἰ δὲ κατὰ μηδέτερον τῶνδε τῶν τρόπων τὸ ζῷον οὐσία σύνθετος, κατὰ τὸν τρίτον λείπεται ἄρα.

ἦν δ᾿ οὗτος, καθ᾿ ὃν ἦν τοῦ συγκειμένου τὸ μὲν ὑποκείμενόν τε καὶ ὕλη, τὸ δὲ εἶδος.

οὐ γὰρ δὴ ὡς οἱ ἀριθμοί· ἀσώματον γὰρ τὸ ἐκ τούτων, τὸ δὲ ζῷον οὐ τοιοῦτον.

τὸ ἄρα ζῷον, συγκείμενον ἐκ ψυχῆς τε καὶ σώματος, τῷ τὸ μὲν ὑποκείμενον τούτων εἶναι, τὸ δὲ εἶδος ἐκ τούτων ἔχει τὴν σύνθεσιν.

λείπεται δὴ ἢ τὸ σῶμα τῆς ψυχῆς εἶδος εἶναι, ἢ τὴν ψυχὴν τοῦ σώματος.

ἀλλὰ τὸ μὲν σῶμα τῆς ψυχῆς εἶδος λέγειν ἀδύνατον·