De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

εἰ μὲν γὰρ ἀδύνατον ἐροῦσιν, πῶς οὐκ ἄτοπον κατὰ τὸ αὐτὸ αὐτὴν ψυχρότητός τε καὶ θερμότητος εἶναι δεκτικήν, τῶν ἐναντίων, ὧν ἀδύνατός ἐστι τὸ ἕτερον ἰδίᾳ δέξασθαι;

εἰ δέ, ὅπερ εὔλογον, χωρὶς τοῦ ἑτέρου θάτερον οἵα τε δέξασθαι (κατὰ γὰρ ταὐτὸν ἀδύνατον), πῶς οὐκ ἔσται τὸ ὑποκείμενον θερμότητα καὶ ξηρότητα ἔχον ἁπτόν;

ἔσται γὰρ οὕτως τὸ θερμὸν οὐκ αἰσθητὸν αὐτοῖς κατὰ τὴν αὑτοῦ φύσιν.

εἰ δέ γε ἀδύνατόν ἐστιν αὐτὸ ὑφεστὸς ἐνεργείᾳ ὑπ᾿ αἴσθησιν πεσεῖν, εἰ μὴ καὶ ψυχρότητος αὐτῷ μεμιγμένον εἴη·

ἐν γὰρ τούτῳ τῇ γῇ τὸ εἶναι, καὶ τούτῳ τοῦ πυρὸς διαφέρει.

ὥστε ἔσται παρὰ τοῦ ἐναντίου αὐτῷ τὸ αἰσθητόν.

ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων, καὶ οὕτως οὐδὲν ἄμικτον ὂν τοῦ ἐναντίου καὶ εἰλικρινὲς αἰσθητὸν ἔσται.