De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

ἐναργὲς δὲ τὸ εἶναι αὐτὸ ἕτερον.

καὶ γὰρ αἱ ὁρισμοὶ αὐτῶν καὶ οἱ λόγοι διαφέρουσιν.

δὴ διαφέρει τὸ ποιὸν σῶμα τοῦ σώματος, τοῦτ᾿ ἔστιν ποιότης, ὥστε τὸ σῶμα ποιότητος παρουσίᾳ καὶ προσθήκῃ ποιὸν σῶμα ἐγένετο.

ἕτερον δὲ τὸ μετειληφὸς τινος τοῦ πρὸ τοῦ μετειληφέναι, καὶ ἕτερον τὸ μεταλαμβανόμενον τοῦ μεταλαμβάνοντος.

ᾧ δὴ διαφέρει τὸ ποιὸν σῶμα τοῦ σώματος, τοῦτ᾿ ἔστιν ποιότης, οὐ σῶμα οὖσα δηλονότι.

τὸ γὰρ σῶμα κοινὸν τῷ τε σώματι καὶ τῷ ποιῷ σώματι, καὶ οὐ διαφέρει τὸ ποιὸν σῶμα τοῦ σώματος ποιῷ σώματι, ἀλλὰ ποιότητι.

ὁριζόμενοι γοῦν τὸ ποιὸν σῶμα καὶ τὸ σῶμα τὴν διαφορὰν αὐτῶν οὐ κατὰ ποιὸν σῶμα, ἀλλὰ κατὰ ποιότητα ποιούμεθα.

εἰ δέ τις λέγοι ταὐτὸν εἶναι σῶμα καὶ ποιὸν σῶμα, πρῶτον οἱ λόγοι αὐτῶν οἱ αὐτοὶ ἔσονται, ὥστε ἔσται λευκοῦ σώματος καὶ πάλιν σώματος καὶ μέλανος σώματος ὁ αὐτὸς λόγος.

εἰ δὲ τοῦτο, καὶ λευκοῦ σώματος καὶ μέλανος σώματος ὁ αὐτὸς ἔσται λόγος.

ἑκάτερος γὰρ αὐτῶν ὁ αὐτὸς τῷ τοῦ σώματος.

ἔτι εἰ ταὐτὸν ἐστι σώματι εἶναι καὶ ποιῷ σώματι, ταὐτὸν ἔσται [*](1 ἡ—οὐ ποιότης] ἡ ποιότης οὐ ποιότης K: οὐ ποιότης ἡ ποιότης a 4 ἂν om. Ka 15 συμμεταφέρεται] verba respicit: καὶ μετενεχθέντος πάλιν εἰς ἄλλον ἀέρα ἄλλο πάλιν ἄπεισιν τοσοῦτον 19 ὄντα Via: ὄντος e Vict.: fortasse διήκοντα 22 ἐπινοία V 24.25 ἐναργὲς—διαφέρουσιν] argumentum ex margine inlatum delevi 27 τὸ μὴ μετειληφός Ka 34 λέγον Ka 37 σώματος om. Ka τῷ] fortasse ὡς)

125
τὸ σῶμα τὸ ὑποκείμενον τῷ λευκῷ καὶ τὸ ἤδη δεδεγμένον τὴν λευκότητα καὶ λευκόν, καὶ θατέρου φθειρομένου φθαρήσεται καὶ τὸ ὑποκείμενον [*](148r) σῶμα τῷ λευκῷ.

οὐχ ὁρῶμεν δὲ τοῦτο γινόμενον.

ὑπομένον γὰρ τοῦτο τὸ τέως λευκὸν ταὐτὸν τῷ ἀριθμῷ δέχεται τὰ ἐναντία.