De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

Εἰ ἡ ποιότης σῶμα φυσικόν, πᾶν δὲ σῶμα φυσικὸν οὐσία, ἡ ποιότης οὐσία.

ἢ ἡ ποιότης ἑτέρα τῆς ὑποκειμένης αὐτῇ φύσεως, οὐ γὰρ ταὐτὸν ὕδωρ καὶ ἡ περὶ αὐτὸ ψυχρότης, ἐπεὶ ἦν ἂν πᾶν τὸ ψυχρὸν ὕδωρ καὶ πᾶν ὕδωρ ψυχρόν, καὶ ἔστιν ἡ ὑποκειμένη τῇ ποιότητι φύσις οὐσία.

ἡ ποιότης οὐκ οὐσία, ἑτέρας γὰρ φύσεως.

τοῦτο δὲ τῇ ἐπαγωγῇ πιστωτέον·

πάσης γὰρ οὐσίας ἑτέρα ἡ περὶ αὐτὴν ποιότης.

ἀλλὰ μὴν τὸ πρῶτον, τὸ ἄρα δεύτερον.

ἡ ποιότης οὖν ἕτερον οὐσίας, τὸ ἕτερον οὐσίας οὐκ οὐσία, ἡ ποιότης ἄρα οὐκ οὐσία.

ἀλλὰ εἰ πᾶν σῶμα οὐσία, ἡ δὲ ποιότης οὐκ οὐσία, οὐκ ἄρα ἡ ποιότης σῶμα.

ἔτι εἰ ἡ λευκότης σῶμα φυσικόν, πᾶν δὲ σῶμα φυσικὸν ἁπτόν, ἡ λευκότης ἄρα ἁπτή.

ἀλλὰ μὴν οὐχ ἁπτή.

οὐκ ἄρα σῶμα.

εἰ γὰρ ἁπτὴ ἡ λευκότης.

πάσχοι ἂν ἡ ἁφὴ ὑπ᾿ αὐτῆς.

ἀλλὰ μὴν οὐ πάσχει.

οὐκ ἄρα ἁπτή.

ἔτι ἡ ἀφὴ ὑπὸ τῶν ἐναντίων ἐναντίως διατίθεται καὶ πάσχει, σκληροῦ, μαλακοῦ, θερμοῦ, ψυχροῦ.

ὥστε καὶ ὑπὸ λευκότητος καὶ μελανίας, ὅ ἐστιν ἐναντίον τῷ λευκῷ, ὑπεναντίως πάσχοι ἂν καὶ γλυκύτητος καὶ πικρότητος.

ἀλλὰ μὴν οὐ πάσχει ἐναντίως.

οὐκ ἄρα ἡ λευκότης ἀπτή.

ἔτι πᾶν σῶμα φυσικὸν κινοῦν ᾗ σῶμα τοπικῶς [*](2 οὐχ ἀπλῶς] incipit apodosis 3 ὕλης Ka κεχωρισμένον scripsi: κεχωρισμένου Va 4 μὲν om. Ka 4. 5 fortasse οὐσίας οὐσίας 5 τὴν ὕλην καὶ τὸ εἶδος Ka 12 τὸ εἶδος insiticium videtur 14 ἂν V: ἂν οὖν Ka cf. ind. s. v. asyndeton quae est hypomnematica in hoc libro scribendi ratio, permulta dissoluti sermonis exempla nolui mutare 20 ἡ ποιότης οὐκ οὐσία] cf. quae dixi ad v. 14, quae nisi obstarent, confidentius totum enuntiatum ita conformarem: ἢ ⟨εἰ⟩ ἡ ποιότης ἑτέρα τῆς ὑποκειμένης αὐτῇ φύσεως (οὐ γὰρ ταὐτὸν ὕδωρ καὶ ἡ περὶ αὐτὸ ψυχρότης, ἐπεὶ ἦν ἂν πᾶν τὸ ψυχρὸν ὕδωρ καὶ πᾶν ὕδωρ ψυχρόν), καὶ ἔστιν ἡ ὑποκειμένη τῇ ποιότητι φύσις οὐσία, ἡ ποιότης οὐκ οὐσία 22 ἀλλὰ μὴν τὸ πρῶτον, τὸ κτλ.] cf. nd. 28 ἐναντίων ἐναναντίως (sic) V: ἐναντίως K: ἐναντίως ἐναντίως a 30 μελανίας V K: μελανείας a 32 ἁπτή Ka: (sic) ἁπτή V)

123
κινεῖ καὶ σωματικῶς, τουτέστιν ἁπτόμενον (ἢ γὰρ ὠθοῦν, ἢ ῥιπτοῦν, ἢ ἕλκον, ἤ θλῖβον, ἢ δινοῦν, ἢ ὀχοῦν καὶ φέρον, ἢ εἴ τις ἄλλος τρόπος σωματικῆς κινήσεως), ποιότης δὲ οὐδεμία τοπικῶς κινεῖ καθ᾿ ἑαυτήν.