De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

καὶ γὰρ τὰ τεχνητὰ οὐσίαι οὐ καθὸ τεχνητά, ἀλλὰ καθὸ ὑπόκειται αὐτοῖς φυσικὰ σώματα·

τῶν δὴ φύσει ὄντων τὰ εἴδη καὶ αἱ ἐντελέχειαι οὐσίαι, καθά ἐστιν ἕκαστον αὐτῶν τόδε τι, οἷον γῆ, πῦρ.

καὶ τὸ ζῷον δὲ φυσικὴ οὐσία καὶ ἔστιν εἶδος αὐτοῦ καὶ ἐντελέχεια, καθὸ ζῷον, ἡ ψυχή.

οὐσία ἄρα καὶ αὕτη.

ἐξ οὐσιῶν γὰρ αἱ οὐσίαι.

ἐκ γὰρ μὴ οὐσιῶν οὐκ ἂν οὐσία γένοιτο.

ὥστε ἐπεὶ ἐξ ὕλης καὶ εἴδους αἱ φυσικαὶ οὐσίαι, ἡ ὕλη καὶ τὸ εἶδος οὐσίαι.

ἔτι ἐξ ὕλης καὶ εἴδους φυσικῶν ἡ φυσικὴ οὐσία.

ἐξ ὧν δὲ ἡ φυσικὴ οὐσία σύγκειται, οὐσίαι ταῦτα.

τὸ εἶδος ἄρα καὶ ἡ ὕλη φυσικαὶ οὐσίαι.

ἔτι εἰ οὐσίας ἴδιον τὸ τῶν ἐναντίων παρὰ μέρος εἶναι δεκτικόν, δεκτικὴ δὲ καὶ ἡ ψυχὴ τῶν ἐναντίων παρὰ μέρος (κακίας γὰρ καὶ ἀρετῆς), εἴη ἂν οὐσία.

πῶς οὖν ἐκ μὲν μὴ οὐσιῶν ἀδύνατον οὐσίαν γενέσθαι, ἐκ δὲ ἀσωμάτων σῶμα γίνεται;

οὔτε γὰρ ἡ ὕλη σῶμα, οὔτε τὸ εἶδος, ἐκ τούτων τὸ σῶμα.

ἢ εἰ μὲν ἐγίνετο σῶμα, ἔδει αὐτὸ ἐκ μὴ σώματος γενέσθαι, πᾶν γὰρ τὸ γινόμενον ἐκ τοῦ ἀντικειμένου αὐτῷ γίνεται.

ὁμοίως καί, εἰ οὐσίας ἦν γένεσις ἁπλῶς, ἐκ μὴ οὐσίας ἂν ἐγίνετο.

ἐπεὶ δὲ οὐδὲν τούτων ἁπλῶς γίνεται, οὐδὲ ἡ ὕλη ποτὲ αὐτὴ καθ᾿ αὑτὴν οὐδὲ τὸ εἶδος ὄντα ἰδίᾳ συνελθόντα σῶμα ποιεῖ, ἀλλὰ ἐπινοίᾳ μὲν ταῦτα χωρίζεται, ἀεὶ δέ ἐστιν ἡ ὕλη ἐν εἴδει τινί, καὶ οὐδέποτέ ἐστιν, ὅτε χωρὶς εἴδους ἐστίν, ἡ δὲ γένεσις τοῖς γινομένοις οὐκ ἐξ ὕλης ἁπλῶς καὶ εἴδους, ἀλλὰ ἐκ τοῦδε τοῦ [*](1 ἐν τῷ δευτέρῳ τῆς Φυσικῆς Ἀκροάσεως] Ar. ausc. phys. 2,1 192b34 2 ἀρχόμενος τοῦ δευτέρου περὶ Ψυχῆς] de an. 2,1 412a18 τοῦ περὶ ψυχῆς δευτέρου Ka 4 μὲν om. Ka 5 τὴν δὲ ψυχήν V: δῆλον ὅτι τὴν ψυχὴν εἶναί φησιν Ka 6 λέγει Ka 7 εἶδος] εἶ in lit. V τὸ ante ἐν om. Ka 14 ψυχῇ scripsi: ψυχὴ V: ψυχὴς Ka 16 fortasse πάντων τῶν φυσικῶν ⟨γένεσις ἐξ⟩ οὐσιῶν. ita concludit: partes, quibus formantur verae substantiae physicae, substantiae sunt. animal autem substantia physica et anima pars animalis. anima igitur substantia physica 17—19 καὶ γὰρ τὰ τεχνητὰ—αἱ ἐντελέχειαι οὐσίαι om. Ka 21 αἱ om. Ka 22 οὐσίᾳ a 27 μὴ] οὖν Ka 28 ἀσωμάτων V: σωμάτων Ka ἐκ τούτων V: ἐξ ὧν Ka cf. 122, 14 adn.)

122
σώματος εἰς τόδε κατὰ τὴν τοῦ εἴδους ὑπαλλαγὴν γίνεται, ὥστε ἐκ τοῦ τινος σώματός τι σῶμα γίνεται, οὐχ ἁπλῶς σῶμα ἐκ σώματος.

ἐγίνετο δ᾿ ἂν σῶμα ἀπλῶς, εἴ ποτε ἐνεργείᾳ κεχωρισμένον τὸ εἶδος καὶ ἡ ὕλη συνῄεσαν, καὶ οὕτως ἐκ μὴ σωμάτων.

πῶς οὖν τὰ μὲν μέρη τῆς οὐσίας οὐσίαν λέγομεν, καὶ διὰ τοῦτο τὸ εἶδος καὶ τὴν ὕλην οὐσίαν φαμέν, τὰ δὲ μέρη τοῦ σώματος οὐκέτι σώματα, εἴ γε καὶ ταῦτα μέρη σώματος, τὸ εἶδος καὶ ἡ ὕλη;

ἢ οὐκ ἔστι τὸ εἶδος καὶ ἡ ὕλη ὡς σώματος μέρη.

σώματος μὲν γὰρ μέρη τὰ συμπληρωτικὰ τοῦ σώματος, ταῦτα δὲ οὐ συμπληροῖ τὸ σῶμα.