De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

ἔτι καὶ τὸ λογικὸν κριτικόν, καὶ ὡς ἡγούμενόν γε.

τοῦ γὰρ κριτικοῦ ἡγεῖται μὲν τὸ λογικόν, ὃ καὶ νοητικὸν καλοῦμεν.

ἕπεται δὲ καὶ ὑποτέτακται τὸ αἰσθητικόν, οὗ καὶ τὸ φαντασιοῦσθαι καὶ τὸ συγκατατίθεσθαι καὶ τὸ μνημονεύειν.

ὅτι δὲ καὶ ἡ κοινὴ αἴσθησις ἄλλη παρὰ τὰς καθέκαστα, δῆλον ἐκ τοῦ τὸ ὁρᾶν αἰσθητὸν μὲν εἶναι, μὴ ὁρατὸν δέ.

ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων.

ἔτι δὲ ὁ θεωρητικὸς νοῦς οὐκ ἔστι περὶ τὰ πρακτικά, οὐδὲ περὶ τὰ αἱρετὰ καὶ φευκτά.

ἔτι τὸ ἐφ᾿ ἡμῖν ἐν τῷ πράττειν καὶ ἐν προαιρέσει, οὔτε δὲ ἐν τῷ ὁρμᾶν οὔτε ἐν τῷ συγκατατίθεσθαι οὔτε ἐν τῷ φαντασιοῦσθαι οὔτε ἐν τῷ αἰσθάνεσθαι.

ἀλλ᾿ οὐδὲ ἐν τῷ φυτικῷ.

ἔτι κατὰ τὸ ὀρεκτικὸν ὑπὸ ψυχῆς κινούμεθα, οὐ κατὰ ἄλλην τινὰ δύναμιν, ὥστε ἄλλη αὕτη ἐκείνων.