De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

ἀλλ’ οὐδὲ τὰ γιγνόμενα πάντα·

ὅσα γὰρ καὶ τούτων εὔτακτόν τε καὶ ὡρισμένην ἔχει τὴν γένεσίν τε καὶ κίνησιν, ἔξω πίπτει καὶ ταῦτα τῆς εἱμαρμένης.

οὐ γὰρ καθ’ εἱμαρμένην ὁ ἥλιος ἐν χειμεριναῖς ἢ θεριναῖς τροπαῖς γίγνεται, οὐδὲ ἕκαστον τῶν ἄστρων εἱμαρμένην αἰτίαν ἔχει τῆς οἰκείας φορᾶς, ἀλλ’ ἔστιν ὥσπερ κατὰ τὸ εἶναι καὶ τὴν οὐσίαν ἐλεύθερα τῆς τοιαύτης αἰτίας, οὕτως δὲ καὶ κατὰ τὰς οἰκείας ἐνεργείας.

διὸ τῶν μὲν ἀιδίων ἢ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἀεὶ γιγνομένων οὐθενὸς αἴτιον ἡ εἱμαρμένη, δοκεῖ δὲ ἐν τοῖς ἐν γενέσει καὶ φθορᾷ τῆς εἱμαρμένης ἔργον εἶναι.

ἐν γὰρ τοῖς ἐπιτηδείοις ὅσον ἐπὶ τῇ φυσικῇ παρασκευῇ πρὸς τὰ ἀντικείμενα τῆς εἱμαρμένης ἰσχὺς εἶναι δοκεῖ, ἐν θατέρῳ τῶν ἀντικειμένων κατέχουσα αὐτὰ καὶ φυλάττουσα κατά τινα τάξεως ἀκολουθίαν.

ἃ γὰρ οὐκ ἂν οὕτως ἔχοι ἄνευ τῆς εἱμαρμένης, ταῦτα παρὰ τῆς εἱμαρμένης ἐν τῇδε τῇ τάξει φυλάττεσθαι δοκεῖ· τοιαῦτα δέ ἐστιν οὐκ ἄλλα τινὰ τῶν ὄντων ἢ τὰ ἐν γενέσει καὶ φθορᾶ· ὥστε ἐνταῦθά που καὶ τὸ τῆς εἱμαρμένης.

ἐπεὶ δὲ καὶ τούτων τὰ μὲν κατὰ τέχνην τε καὶ λόγον τεχνικόν τινα, τὰ δὲ κατὰ προαίρεσιν, τὰ δὲ κατὰ φύσιν γίγνεται, σκεπτέον ἐν τίσιν τούτων τὸ τῆς εἱμαρμένης, εἰ μὴ οἷόν τε ἐν πᾶσιν.

τὰ μὲν οὖν κατὰ τέχνην γιγνόμενα καθ’ εἱμαρμένην εἶναί τε καὶ γίγνεσθαι λέγειν οὐδαμῶς ταῖς περὶ τῆς εἱμαρμένης δόξαις συνῳδόν·

γελοῖον γὰρ τὸ τὴν κλίνην ἢ τὸ βάθρον καθ’ εἱμαρμένην γεγονέναι λέγειν, ἢ τὴν λύραν ἡρμόσθαι καθ’ εἱμαρμένην·

οὕτω γὰρ ἐροῦμεν πᾶσαν τέχνην εἱμαρμένην.

ἀλλ’ οὐδ’ ὧν προαίρεσις αἰτία, ταῦτα καθ’ εἱμαρμένην ἂν εἴη·

τούτων γὰρ ἐν ἡμῖν ἡ ἀρχή, ἀλλ’ οὐκ ἔξωθεν, [*](1 αὑτοῖς scripsi: αὐτοῖς VHC? a: αὐτοὺς Orelli 2 λέγω C 3 τῆς εἱμαρμένης om. Orelli 4 τίνα VCKa: ποῖα 5 περὶ ἔργου a 6 τὰ ζητούμενα VH: ζητούμενα KCa 10 τ’ ἀΐδια Ka τὴν τοιαύτην KCa 13 ὡς αὕτως V 16 ἡμαρμένην a 18 καὶ κατὰ C 19 αἰτίας VHCKa: οὐσίας Orelli 21 δὲ καὶ ἐν τοῖς C 22 τῆς VKa: οἷ? C: τὸ τῆς 23 προκείμενα C 25 ἔχοι scrpsi: ἔχειν VHKCa: ἔχει Orelli 28 δὲ] μὲν Orelli 32 συνωδόν a: συνωδον V 34—35 οὕτω — εἱμαρμένην om. C 36 ἀλλ᾿  VKa: καὶ C?: καὶ (in mg. ἀλλ’) H)

182
ἡ δὲ εἱμαρμένη οὐκ ἐν ἡμῖν·

καὶ γὰρ εἰ καὶ περὶ ταὐτά ἐστιν ἡ εἱμαρμένη, περὶ ἃ καὶ τὸ ἐφ’ ἡμῖν, ἀλλὰ ἄλλο γέ ἐστι τοῦ ἐφ’ ἡμῖν.

ἀφαιρετέον ἄρα τῆς εἱμαρμένης καὶ τῶν ἐν γενέσει τὰ γιγνόμενα κατὰ τέχνην τε καὶ προαίρεσιν.

τούτων δ’ ἀφῃρημένων λοιπὸν καταλείπεται ταῦτα, οἷς ἡ φύσις τῆς γενέσεως αἰτία, ἐν οἷς δὴ καὶ δοκεῖ δυναστεύειν τὸ τῆς εἱμαρμένης.

εἰ γάρ τις ἐπιστήσας ἐξετάζειν βούλοιτο τὰς δόξας τὰς περὶ τῆς εἱμαρμένης καταβεβλημένας, οὐ περὶ ἄλλα τινά, οὐδὲ ἐν ἄλλοις αὐτὰς εὑρήσει τὴν εἱμαρμένην τιθείσας, ἀλλ’ ἐν τοῖς γινομένοις φύσει, καὶ τούτων μάλιστα ἐν τῇ τῶν ζῴων καὶ τῶν ἐκ συγκρίσεων τῶν ἐν γενέσει·

οὐ γὰρ τὸ τὴν τῶν στοιχείων εἰς ἄλληλα μεταβολὴν καθ’ εἱμαρμένην γίνεσθαι λέγειν πάνυ τι σύνηθες.

ὄντος τοίνυν τοῦ καθ’ εἱμαρμένην ἐν οἷς προειρήκαμεν, καὶ τούτου γνωρίμου γεγονότος, ἀκόλουθον ἂν εἴη μετὰ τοῦτο ζητῆσαι, πότερον τοιοῦτόν ἐστιν ὡς ἀναγκαῖόν τε καὶ ἀπαράβατον εἶναι κατὰ τὸν ποιητὴν τὸν λέγοντα·

  • μοῖραν δ’ οὕ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν,
  • οὐ κακὸν οὐδὲ μὲν ἐσθλόν, ἐπὴν τὰ πρῶτα γένηται.
  • ἢ τοιοῦτον οἷον καὶ παραβαίνεσθαι, καὶ μὴ πάντῃ τὸ ἀναγκαῖον ἔχειν ἐν αὐτῇ. ἐκ μὲν οὖν τῆς κοινῆς τῶν ἀνθρώπων περὶ τοῦδε κρίσεως οὐδέτερον ἔχομεν βεβαίως τούτων τιθέμενον.