De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

Περὶ τῆς εἱμαρμένης ἄξιον ἐπισκέψασθαι, τί τέ ἐστι καὶ ἐν τίνι τῶν ὄντων.

τὸ μὲν γὰρ εἶναί τι τὴν εἱμαρμένην, ἱκανῶς ἡ κοινὴ τῶν ἀνθρώπων συνίστησιν πρόληψις (ἡ γὰρ φύσις οὐ κενὸν οὐδὲ ἄστοχον·

ὁ γὰρ Ἀναξαγόρας οὐκ ἀξιόπιστος ἀντιμαρτυρῶν τῇ κοινῇ δόξῃ·

λέγει γὰρ οὗτός γε.

μηδὲν εἶναι τὴν εἱμαρμένην ὅλως, ἀλλ’ εἶναι κενὸν τοῦτο τοὔνομα), τί δέ πότ’ ἐστιν καὶ ἐν τίσιν, οὐκέθ’ ἡ τῶν ἀνθρώπων πρόληψις ἱκανὴ τοῦτο μηνῦσαι.

οὔτε γὰρ ἀλλήλοις οὔτε αὐτοῖς περὶ τοῦδε συμφωνεῖν δύνανται.

πρὸς γὰρ τοὺς καιροὺς καὶ τὰς περιστάσεις καὶ τὴν περὶ τῆς εἱμαρμένης [*](1 ὁ HC: οὐ Va 2 κατέζεσθαι a τήνδε τὴν θέσιν Va: τὴν θέσιν C: τήνδε τὴν φύσεως θέσιν H: τήνδε τῆς φύσεως θέσιν Orelli 3 καὶ ὁ μὲν VHCa: δὲ καὶ ὁ 0relli 4 ὕππον C 5 τούτῳ om. Ca 8 τῶν ἀνθρώπων om. Orelli ποιὰ a 10 ἐπεὶ πλείω VH: ἐπὶ πλείου C: ἐπὶ πλείω a 11 τινας om. Orelli 12 τῷ αὐτό τι ἅμα a ἔσται Orelli: εἶναι VHCa 16 συγχωροῦν ἂν τό τυχεν C 19 τὰς om. C 21 τεκτωνικῶν V 24 edidit Orelli ib. p. 134 sq. 25 τίσι Orelli 26 εἶναι τε Orelli 27 ἄστατον m1 V: ἄστοχον H: ἄστατον C: ἄστρατον a 29 γε H: τε VCa τὸ ὄνομα Ca 31 αὑτοῖς scripsi: αὐτοῖς VHCa)

180
μεταβάλλουσι δόξαν.

ποτὲ μὲν γὰρ ἀπαράβατόν τι καὶ ἀναπόδραστον τὴν εἱμαρμένην τίθενται, καὶ πάντα γε τά τε ὄντα καὶ τὰ γιγνόμενα ὑποτάσσουσιν αὐτῇ, ὁτὲ δὲ ἔστιν αὐτῶν καὶ τὸ παρὰ τὴν εἱμαρμένην ἀκοῦσαι πολλάκις λεγόντων, καὶ τὸ παρὰ μοῖραν.

καὶ ὡς ἐπὶ τὸ πλεῖστον οἷς μὲν μήτε τὰ τῆς τύχης εὖ κυρεῖ, μήτε τι μᾶλλον τὰ τῆς γνώμης τε καὶ τῆς οἰκείας προαιρέσεως ἔρρωται, ἐπὶ τὴν εἱμαρμένην τε ὡς κρησφύγετόν τι καταφεύγουσιν, τὴν αἰτίαν τῶν μὴ δεόντως πεπραγμένων ἢ πραττομένων ἑαυτοῖς ἀφ’ αὑτῶν ἐπ’ ἐκείνην μεταφέροντες, καὶ πάντα γέ φασιν οὗτοι τότε γίνεσθαι καθ’ εἱμαρμένην, μεταπεσούσης δὲ τῆς τύχης αὐτοῖς ἐπὶ τὸ βέλτιον, οὐκέτι ἐπὶ τῆς αὐτῆς δόξης μένουσιν·

οἷς δὲ τὰ τῆς οἰκείας γνώμης δεξιὰ καὶ ταύτῃ συνῳδὰ τὰ παρὰ τῆς τύχης, εἰς ἑαυτοὺς μᾶλλον ἢ τὴν εἱμαρμένην τὴν αἰτίαν τῶν γινομένων ἀνάπτουσιν.

ἄλλοι δ’ αὖ τῶν μὲν δεξιῶν ἀπάντων ἢ ἑαυτοὺς ἢ τὸ θεῖον αἰτιῶνται, ἐπὶ δὲ τοῖς χείροσιν ἐπιβοῶνται τὴν εἱμαρμένην.

εἰσὶ δέ τινες καὶ γόητες ἄνθρωποι, οἵτινες κατανοήσαντες τὴν τῶν πολλῶν ἀσθένειαν περὶ τὴν τῆς εἱμαρμένης καὶ τῶν κατ’ αὐτὴν γιγνομένων κρίσιν, καὶ τὸ ῥᾴδιον αὐτῶν διὰ φιλαυτίαν καὶ τὸ μηδὲν αὑτοῖς συνειδέναι δεξιὸν πρὸς πίστιν τοῦ πάντων τῶν ἁμαρτανομένων τὴν εἱμαρμένην αἰτιᾶσθαι ἀποφαίνονται πᾶν τὸ γιγνόμενον γίγνεσθαι καθ’ εἱμαρμένην, καὶ τέχνην ὑποκρίνονταί τινα τοιαύτην, καθ’ ἥν φασιν οἷοί τε εἶναι πάντα προγιγνώσκειν τε καὶ προμηνύειν τὰ ὁπωσοῦν ἐσόμενα, τῷ μηδὲν αὐτῶν γίγνεσθαι χωρὶς ἀνάγκης τινός, ἣν εἱμαρμένην λέγουσιν·

καὶ λαβόντες βοηθοὺς τοὺς καὶ τῆς τέχνης αὐτοῖς αἰτίους, ἀναπείθουσιν τοὺς πλείστους τῶν ἀνθρώπων, ἐν ταῖς περιστάσεσιν αὐτοῖς ἐπιτιθέμενοι καὶ ταῖς συμφοραῖς, μόνον οὐκ εὐχομένοις τοῦθ’ οὕτως ἔχον φανῆναι, κατά τινα τριβήν τε καὶ περὶ τὰ τοιαῦτα σύνεσιν καὶ τῆς ἐν τοῖς τοιούτοις ἀκολουθίας θεωρίαν προλέγοντες εὐστόχως τινὰ τῶν τοῖς οὕτως ἔχουσιν ἀκολούθως ἐσομένων, ὡς δὴ τοῦτ’ ἐκ τῆς τέχνης τῆς περὶ τὴν εἱμαρμένην ἔχειν λέγοντες μισθοὺς οὐκ ὀλίγους ὑπὲρ τῆς τοιαύτης κακοτε χνίας ἐκλέγοντες, ἀσμένως αὐτοῖς τῶν πειρωμένων διδόντων ὡς βοηθοῖς καὶ συνηγόροις τῶν οἰκείων ἁμαρτημάτων.

οἳ καὶ τοὺς πλείστους τῶν ἀνθρώπων ἀναπεπείκασιν δι’ ἀργίαν ἀφεμένους τοῦ σκοπεῖν, ὅπῃ ποτὲ ταῦτα ἔχει, καὶ τίς ἡ τάξις ἐν τοῖς οὖσιν τῆς εἱμαρμένης, πάντα τὰ γιγνόμενα καθ’ εἱμαρμένην γίγνεσθαι λέγειν.

ἀλλ’ ἐπειδὴ μηδὲ οἱ πάνυ τὴν εἱμαρμένην ἐπιβοώμενοι ἐν ταῖς κατὰ τὸν βίον πράξεσιν ἐκείνῃ φαίνονται πάντα [*](3 ποτὲ Orelli 5 εὐκυρεῖ a 6 ἔρωται C τε om. Orelli: fortasse τε ⟨καὶ μοῖραν⟩ τι om. C 7 πεπραγμένων τε ἢ Orelli 8 ἑαυτῶν ἐκείνοις C γε V: γε HC: καὶ a 9 αὐτοῖς VHa: αὐτῆς C: om. Orelli 12 αὖ τῶν VCa: αὐτῶν 17 αὑτοῖς scripsi: αὐτοῖς VCHa συνειδέναι V Ca: συνεῖναι H Orelli 20 οἷον Ca προμηνύσειν Orelli 22 αὐτοῖς VH: αὐτῆς Ca: αὐτῶν Orelli 25 φανῆναι καὶ κατὰ C τὰς τοιαύτας σύνθεσιν a 26 τοῖς οὕτως ἔχουσιν] cf. ἐν ταῖς περιστάσεσιν αὐτοῖς ἐπιθέμενοι καὶ ταῖς συμφοραῖς v. 23 28 ἔχειν om. Orelli κατατεχνίας a 30 οἳ καὶ VHC: οἷς καὶ a 34 ἐκείνη a)

181
ἐπεπιστευκέναι, (ἱκανὸν γὰρ τἀληθὲς μαχομένους αὐτοῖς ἀποφῆναι τοὺς τὰ [*](161v) ψευδῆ πεπιστευμένους λέγειν) ἄξιον ἡμᾶς ἄνωθεν ἀρξαμένους ἰδεῖν, τίς ποτέ ἐστιν ἡ φύσις τῆς εἱμαρμένης καὶ ἐν τίσιν καὶ μέχρι πόσου τὴν ἰσχὺν ἔχει.

καὶ πρῶτόν γε περὶ τίνα τῶν ὄντων εὔλογον αὐτὴν λέγειν εἶναι, διασκεψώμεθα·

τοῦτο γὰρ φανερὸν γενόμενον πρὸ ἔργου γενήσεται καὶ πρὸς τὰ ἄλλα τὰ ζητούμενα περὶ αὐτῆς.

τὸ μὲν οὖν πᾶσιν τοῖς οὖσιν ἐπιτάσσειν αὐτὴν καὶ πάντα λέγειν εἶναι τὰ ὄντα καθ’ εἱμαρμένην, ὁμοίως ἀίδιά τε καὶ μή, οὔτε εὔλογον ἄλλως οὐθ’ ὑπὸ τῶν ὑμνούντων μάλιστα τὴν εἱμαρμένην ὡς αἰτίαν τῶν γιγνομένων ἁπάντων ὁμολογούμενον.

οὔτε γὰρ τὰ ἀίδια καθ’ εἱμαρμένην εἶναι τοιαύτην λέγειν εὔλογον·

γελοῖον γὰρ τὸ τὴν διάμετρον ἀσύμμετρον τῇ πλευρᾷ λέγειν εἶναι καθ’ εἱμαρμένην, ἢ τὸ τρίγωνον διὰ τοῦτο δυσὶν ὀρθαῖς ἴσας ἔχειν τὰς ἐντὸς γωνίας, καὶ καθόλου τὰ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντα οὐδαμῶς εὔλογον καθ’ εἱμαρμένην οὕτως ἔχειν λέγειν.