De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

καὶ γὰρ τούτων ἐστὶ μὲν τὸ φύσει γιγνόμενον κατὰ συμβεβηκὸς αἴτιον·

οὐ μὴν τύχης τοῦτο.

ἀλλ’ οὐδ’ ὧν τὰ κατὰ τέχνην γιγνόμενα κατὰ συμβεβηκὸς αἴτια γίνεται, ὡς ἐπὶ τῇ τῶν διαστρόφων, οὐδὲ ἐπὶ τούτων ἡ τύχη τὴν αἰτίαν ἔχει.

ἐν τοῖς κατὰ προαίρεσιν ἄρα, ὡς ἔφαμεν.

ὅταν μὲν οὖν τὸ γιγνόμενον κατὰ προαίρεσιν δεξιοῦ τινος κατὰ συμβεβηκὸς αἴτιον γένηται, ὡς τὸ σκάπτειν τῆς εὑρέσεως τοῦ θησαυροῦ, εὐτυχίαν τοῦτο λέγομεν, ὅταν δὲ φαύλου, δυστυχίαν·

οἷον εἰ σκάπτων ὑπό τινος ἑρπετοῦ δηχθείη τις ἐν αὐτῷ τῷ σκάπτειν εὑρεθέντος, οὐκ ὄντος ἐπιτηδείου τὴν ἄλλως τοῦ τόπου πρὸς ἑρπετὰ τοιαῦτα·

εἰ γὰρ πλήθους ὄντος ἑρπετῶν ὅδε ὤρυττεν ἀπερισκέπτως, οὐ τύχη τούτῳ τῆς πληγῆς αἰτία, ἀλλ’ ἀβουλία τις οἰκεία καὶ ἀπρονοησία.

καὶ τὸ μὲν τῆς τύχης τοιοῦτόν τε καὶ οὕτως αἴτιον, τὸ δὲ αὐτόματον εἴωθεν μὲν καὶ ἐπὶ τῶν ἀπὸ τύχης γιγνομένων κατηγορεῖσθαι, οὐ μὴν ἀλλὰ μᾶλλον ἐπὶ τῶν φύσει.

ὅταν γὰρ τῷ γινομένῳ φύσει ἄλλο τι ἐπακολουθήσῃ, ἀλλὰ μὴ τὸ οὗ χάριν ἐγίνετο, αὐτομάτως τοῦτο λέγομεν γεγονέναι, ὥσπερ τὰ τέρατα.

ὅταν γὰρ μὴ οὗ χάριν τέλους γίγνεται τὸ γιγνό| μενον φύσει γένηται, μάτην καὶ αὐτὸ λέγομεν γεγονέναι, καὶ [*](161r) τὸ ἐπακολουθῆσαν αὐτῷ, ὅτι κατὰ συμβεβηκὸς αἴτιον τὸ μάτην γεγονός ἐστιν, αὐτομάτως φαμὲν γεγονέναι.

καὶ ἁπλῶς πᾶν τὸ τῷ κατὰ φύσιν ἐπακολουθῆσαν γιγνομένῳ, οὐκ ὂν οὗ χάριν ἐγίγνετο, αὐτομάτως λέγεται [*](3 εἰ VHa: ἡ C 4 ἂν om. Ca 7 ἀόριστον scripsi: ἀορίστω V: ἀορίστῳ HC: ἀορίστῳ a: ἀορίστως Bloch. cf. τὸ μὲν οὖν καθ᾿  αὑτὸ αἴτιον ὡρισμένον, τὸ δὲ κατὰ συμβεβηκὸς ἀόριστον Ar. ausc. phys. 2,5 196b28 9 —10 καὶ τούτων—γιγνομένοις om. C 12 τὸ] fortasse τι 14 γένηται Orelli διαστρόφων] ante φ paululum erasum V „ἡ (τέχνη) τῶν διαστρόφων scil. ἀνθρώπων significare videtur artes eorum, quorum membra distorta sunt, V. c. funambulorum, saltatorum et aliorum id genus praestigiatorum“ Orelli. sed neque διάστροφος saltatorem significat neque quid sibi velint in hac argumentatione funambuli assequor. ad ὧν suppleas τεράτων aliud enim prodigiorum genus auctor tangere videtur, pumilos dico et distortos (διάστροφοι). notum enim erat illo tempore, non solum natura, sed etiam arte procreari haec monstra; testis est de subl. liber 445 cf. Jahn Arch. Beitr. p. 430 Casaub. ad Suet. Aug. 83. Marquardt VlI, 1, 152,4. sed τῇ post ἐπὶ delendum videtur 18 δυστυχίαν] χι in lit. supra lin. V 19 τὴν ἄλλως V: τηνάλλως Ha 21 τούτων Ca 23 εἰώθαμεν καὶ τῶν (in mg. suppl. ἐπὶ) H 24 γενομένῳ Orelli 25 τὸ οὗ Ca: τοῦ οὗ VH: οὖ Orelli 26 γεγονέναι καὶ τὸ ἐπακολουθήσαι ὥσπερ C γίγνεται Orelli: γίγνηται VHCa 29 ἔσται 30 γιγνομένῳ ἐπακολουθῆσαν)

179
γεγονέναι.

οὕτως ὁ κατενεχθεὶς λίθος καὶ οὕτως πως πεσών, ὡς ἐπ’ αὐτοῦ καθέζεσθαι δύνασθαι, αὐτομάτως τήνδε τὴν θέσιν ἔσχεν ἐπακολουθήσασαν τῇ φυσικῇ τοῦ λίθου διὰ τὴν βαρύτητα καταφορᾷ.

ὁμοίως καὶ ὁ μὲν διὰ τὴν τροφὴν ἐλθών ἐπὶ τόνδε τὸν τόπον ἵππος, σωθεὶς δὲ διὰ τοῦτο ἀπὸ τῶν πολεμίων·

καὶ γὰρ τούτῳ ἡ φυσικὴ τῆς τροφῆς ὄρεξις τῆς σωτηρίας αἰτία, οὐκ ἐλθόντι τοῦ σωθῆναι χάριν.

τὸ δὲ λέγειν τὴν τύχην αἰτίαν ἄδηλον ἀνθρωπίνῳ λογισμῷ οὐκ ἔστι φύσιν τινὰ τύχης τιθεμένων, ἀλλ’ ἐν τῇ τῶν ἀνθρώπων πρὸς τὰ αἴτια ποιᾷ σχέσει τὴν τύχην εἶναι λεγόντων, ἔσται τε οὕτως τὸ αὐτὸ τῷ μὲν ἀπὸ τύχης, τῷ δ’ οὔ, ὅταν ὁ μὲν αὐτοῦ γινώσκῃ τὴν αἰτίαν, ὁ δὲ ἀγνοῇ.

προσέτι τε ἐπεὶ πλείω τοῦ αὐτοῦ αἴτια, εἴ γε τετραχῶς, ὧν τὰ μὲν ἐνδέχεταί τινας εἰδέναι, τὰ δὲ μή.

τὸ αὐτό τι ἅμα τῷ αὐτῷ καὶ ἀπὸ τύχης καὶ οὐχὶ ἀπὸ τύχης ἔσται, ἂν τὰ μέν τινα τῶν αἰτίων αὐτοῦ γνωρίζῃ, τὰ δὲ ἀγνοῇ· οὐ γὰρ διώρισται παρὰ τὴν ποτέρου τῶν αἰτίων ἄγνοιαν ἡ τύχη.

εἰ γὰρ λέγοιεν μὴ τήν τισιν ἀνθρώποις αἰτίαν ἄδηλον εἶναι τὴν τύχην, ἀλλὰ τὴν καθόλου πᾶσιν ἀνθρώποις, οὐδ’ ὅλως εἶναί τι συγχωροῖεν ἂν τὴν τύχην, διδόντες τε εἶναι μαντικὴν καὶ τῶν ἀδήλων δοκούντων εἶναι τοῖς ἄλλοις γνωστικὴν αὐτὴν τιθέμενοι.

εἰ γὰρ τοῦτο διορίζειν βουλόμενοι λέγοιεν τὴν ἄδηλον τοῖς ἀνεπιστήμοσιν αἰτίαν τύχην, ἔσται κατὰ τοῦτον τὸν λόγον καὶ τὰ κατὰ τὰς ἐπιστήμας τε καὶ τέχνας γινόμενα τοῖς ἀνεπιστήμοσίν τε καὶ ἀτέχνοις ἀπὸ τύχης.

οὔτε γὰρ ὁ μὴ τέκτων οἶδεν τῶν τεκτονικῶν τὴν αἰτίαν, οὐθ’ μὴ μουσικὸς τῶν μουσικῶν, οὔτε ἄλλος τις ἄτεχνος τὰ τῆς τέχνης·