De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

τὸ μὲν γὰρ λέγειν αἰτίαν τὴν φαντασίαν τοῦ βουλεύεσθαι περὶ τοῦ φανέντος οὐδὲν ἄτοπον, τὸ δὲ καὶ τοῦ πράττειν τόδε τι μὴ τὴν βουλήν, ἀλλὰ τὴν φαντασίαν αἰτιᾶσθαι ἀναιρεῖν ἐστι τὴν βουλήν, ἥν τε ἔχομεν ὡς οὔσης τινὸς τὴν φαντασίαν αἰτίαν.

ὥστ᾿ εἰ τοῦ μὲν βουλεύεσθαι τὸ φανὲν αἴτιον, τῆς δὲ κρίσεως ἡ βουλή, τῆς δὲ ὁρμῆς ἡ κρίσις, ἡ δὲ ὁρμὴ τῶν πραττομένων, οὐδὲν ἐν τούτοις ἐστὶν ἀναίτιον.

ὥσπερ δὲ τὸ βουλεύεσθαι τοῦ ἐφ’ ἡμῖν εἶναί τι δεικτικόν, οὕτως καὶ τὸ μεταγινώσκειν ἐπὶ πραχθεῖσίν τισιν καὶ αὑτοὺς καὶ τὴν αὑτῶν αἵρεσιν αἰτιᾶσθαι·

μαρτύριον γὰρ ἡ τοιαύτη αἰτία τοῦ καὶ τοῦ πρᾶξαι τότε τὸ πεπραγμένον ἡμᾶς τὴν αἰτίαν ἔχειν, τὸ δὲ ἄλλο τι ζητεῖν αἴτιον τοῦ τόδε τι ἐκ τῆς βουλῆς προκρῖναι ἀνελεῖν ἐστι τὴν βουλήν.

τὸ γὰρ [*](1—2 γὰρ τὸ usque ad ἐφ’ αὑτῷ ἔστι om. Ca τὸ αὐτὸ τῷ scripsi: τὸ αὐτὸ m1, τῷ αὐτὸ m2, V 5 γενέσθαι καὶ m2, καὶ m1 V: καὶ Ca 14 τοῦ τε ἀνθρώπου] cf. v.16 et p. 174,9: ἡ βουλὴ καὶ ἡ προαίρεσις καὶ ἡ κρίσις καὶ ὁ ἄνθρωπος τῆς τοιαύτης πράξεως αἴτιος αἴτιον] scil. τῶν πραττομένων 20 αὐτῷ] fortasse αὐτὸ 21 post ἐν αὐτῷ apodosis excidisse videtur ἔχει C 27 ἀνερεῖν Ca 28 τὴν βουλήν, ἥν τε—αἰτίαν i. e. τὴν βουλὴν τήν τε αἰτίαν, ἣν ὡς οὔσης τινὸς (scil. τῆς βουλῆς) τὴν φαντασίαν ἔχομεν hoc est tollere) consiliam consiliique causam in phantasia positam 31 τὸ V: τοῦ Ca 32 τὸ om. C τισιν Va: αὐτοῖς C 33 τοῦ πρᾶξαι scripsi: τὸ ?? πρᾶξαι sic (ὸ ?? in lit.) V: τὸ πρᾶξαι Ca)

174
εἶναι τῷ βουλεύεσθαι ἐν τῷ δύνασθαι κρίνειν τε καὶ αἱρεῖσθαι τὸ φανὲν ἐκ τῆς βουλῆς ἄριστον.

ὁ δὴ τοῦτο τῆς βουλῆς ἀφαιρῶν ὄνομα βουλῆς καταλείπει μόνον.

τὸ γὰρ λέγειν πάντων τῶν ἐκτὸς περιεστώτων ὁμοίων ἢ ταὐτὰ αἱρήσεσθαί τινα, ἢ καὶ πράξειν, ἢ δὴ ἀναιτίως ἔσεσθαί τι, τούτων των δὲ τὸ μὲν ἀναιτίως τι γίγνεσθαι ἀδύνατον εἶναι, τὸ δὲ ταὐτὰ αἱρεῖσθαι τῶν αὐτῶν περιεστώτων δεικτικὸν εἶναι τοῦ τὰ ἐκτὸς αἴτια κύρια τῶν ὑφ’ ἡμῶν πραττομένων εἶναι, οὐχ ὑγιές.

οὔτε γὰρ ἀνάγκη τὰ αὐτὰ αἱρεῖσθαι τὸν ἄνθρωπον ἀεὶ τῶν αὐτῶν περιεστώτων ἁπάντων, οὔτε ἀναίτιος ἡ πρᾶξις, εἰ μὴ κατὰ τὰ αὐτὰ γίγνοιτο.

ἡ γὰρ βουλὴ καὶ ἡ προαίρεσις καὶ ἡ κρίσις καὶ ὁ ἄνθρωπος τῆς τοιαύτης πράξεως αἴτιος, ἔχων ἐν αὐτῷ τὴν ἐξουσίαν τοῦ βουλεύεσθαι περὶ τῶν περιεστώτων, ἔχει καὶ τὸ δύνασθαι ἐκ τῶν αὐτῶν μὴ τὰ αὐτὰ αἱρεῖσθαι.

καὶ τοῦτο οὐκ ἀλόγως τίθεται, οὐδέ ἐστιν αἴτημα τὸ λεγόμενον.

εἰ μὲν γὰρ ἦν εἷς ὁ σκοπὸς αὐτῷ, πρὸς ὃν τὴν ἀναφορὰν τῆς κρίσεως ἐποιεῖτο, εὔλογον ἦν ἀπὸ τῶν αὐτῶν ἀεὶ ταὐτὸν αὐτὸν αἱρεῖσθαι τὴν αὐτήν γε σχέσιν ἔχοντα ἀεὶ καὶ φυλάττοντα πρὸς τὸν προκείμενον αὐτῷ σκοπόν, πρὸς ὃν ὁρῶν ἐποιεῖτο τὴν [*](160r) κρίσιν αὐτῶν.

ἐπεὶ δέ ἐστι πλείω τὰ τέλη, πρὸς ἃ βλέπων τὴν κρίσιν καὶ τὴν αἵρεσιν τῶν πρακτέων ποιεῖται (καὶ γὰρ τὸ ἡδὺ καὶ τὸ συμφέρον καὶ τὸ καλὸν ἔχει πρὸ ὀφθαλμῶν), ταῦτα δὲ ἀλλήλων διαφέρει, οὐ πάντα δὲ τὰ περιεστῶτα ὁμοίαν τὴν σχέσιν ἔχει πρὸς τούτων ἕκαστον, τὴν κρίσιν αὐτῶν καὶ τὴν ἐξ αὐτῶν αἵρεσιν ποιούμενος ποτὲ μὲν πρὸς τὸ ἡδύ, ποτὲ δὲ πρὸς τὸ καλόν, ἄλλοτε δὲ πρὸς τὸ συμφέρον καὶ οὐκ ἀεὶ ταὐτὰ πράξει οὐδὲ ἀεὶ ταὐτὰ αἱρήσεται τῶν αὐτῶν περιεστώτων ἁπάντων, ἀλλ’ ἑκάστοτε ταῦτα τὰ πρὸς τὸν κριθέντα σκοπὸν μάλιστα συντείνειν δοκοῦντα.

λύοιτο δ’ ἂν διὰ τούτου καὶ ὁ τῇ φαντασίᾳ τὴν αἰτίαν ἀνατιθεὶς τῶν πραττομένων λόγος, διότι παρὰ τὸ φαινόμενον ἄμεινον αὐτῷ οὐδεὶς ἄν τι πράξαι ποτέ.

πλείους γὰρ οἱ σκοποί, πρὸς οὓς ἡ τῆς φαντασίας κρίσις.

ὅτι δὲ οὐδ’ εἰ τὰ αὐτὰ αἱροῖτό τις τῶν αὐτῶν περιεστώτων, ἤδη τούτῳ καὶ τὸ κατηναγκασμένως αἱρεῖσθαι ταῦτα ἕπεται καὶ τὸ εἶναι τῆς κρίσεως τὰ ἐκτὸς αἴτια·

ἐφ’ ἑκάστης γὰρ αἱρέσεως ἔνεστιν αὐτὸν δεικνύναι πρὸ τοῦ πρᾶξαι καὶ προκρῖναί γέ τι καὶ τὸ ἀντικείμενον ἑλέσθαι δυνάμενον·

οὐ γὰρ ὡς οὐ δυνάμενος καὶ τὰ ἀντικείμενα τούτοις ἑλέσθαι αἱρεῖται ταῦτα, ἀλλ’ ὡς εὔλογα μᾶλλον αὐτῷ δοκοῦντα.

ἔξεστιν γοῦν αὐτῷ αὐτὸ τὸ μὴ κατηναγκασμένην τὴν αἵρεσιν εἶναι βουληθέντι δεῖξαί ποτε καὶ πρὸς τοῦτο φιλονεικήσαντι καὶ τὸ μὴ δοκοῦν εὔλογον ἑλέσθαι.

ἔτι, εἰ μὴ ἀεὶ τὴν ἕξιν ἐσμὲν ὅμοιοι, καθ’ ἣν βουλευόμεθα, οὐκ ἀςὶ τὰ αὐτὰ αἱρησόμεθα ἐκ τῶν περιεστώτων ὄντων ὁμοίων.

εἰ δὲ τῶν αὐτῶν περιεστώτων τοῖς ἀνομοίοις οὐ τῶν αὐτῶν ἡ αἵρεσις, δῆλον ὡς καὶ τῆς τῶν ὁμοίων αἱρέσεως αἴτια οὐ τὰ περιεστῶτα ὅμοια ὄντα, ἀλλ᾿ ᾠ περιέστηκεν ὢν ὅμοιος αὑτῷ.