De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

Τῶν γιγνομένων τε καὶ συνισταμένων ὑπὸ τῆς θείας δυνάμεως τῆς ἐν τῷ γενητῷ σώματι ἐγγιγνομένης ἀπὸ τῆς πρὸς τὸ θεῖον γειτνιάσεως, ἣν καὶ φύσιν καλοῦμεν, τιμιώτατον ἄνθρωπός ἐστι·

μόνον γὰρ κεκοινώνηκεν τοῦτο τῶν τῇδε τῆς τελειοτάτης τῶν ψυχικῶν δυνάμεων, αὕτη δέ ἐστι νοῦς, καὶ μόνον ψυχὴν λογικὴν ἔχει, καθ’ ἣν βουλεύεσθαί τε καὶ ζητεῖν δύναται περὶ τῶν πρακτέων αὐτῷ, καὶ οὐ παραπλήσιόν ἐστι τοῖς ἄλλοις ζῴοις, ἃ τῷ μὴ κοινωνεῖν τῆς τοιᾶσδε δυνάμεως ἄλογα καλοῦμεν, ταῖς προσπιπτούσαις φαντασίαις ἑπόμενά τε καὶ συγκατατιθέμενα καὶ ἀνεξετάστως ἕκαστον, ὧν πράττει, ποιοῦντα.

ὁ γὰρ ἄνθρωπος μόνον τῶν ἄλλων ζῴων μετὰ τὴν προσπεσοῦσαν αὐτῷ φαντασίαν περί τινος ὡς πρακτέου οἷός τε ζητεῖν περὶ αὐτοῦ καὶ βουλεύεσθαι, εἴτε χρὴ συγκατατίθεσθαι τῷ φανέντι, εἴτε καὶ μή.

βουλευσάμενος δὲ καὶ κρίνας οὕτως ὁρμᾶ καὶ ἐπὶ τὸ πράττειν ἢ μὴ πράττειν ὁπότερον·

καὶ ὁπότερον προέκρινεν ἐκ τῆς βουλῆς ἔρχεται.

διὰ τοῦτο καὶ μόνον τῶν ζῴων ἁπάντων ἐφ’ αὑτῷ τὸ πράττειν ἔχει, ὅτι καὶ τοῦ μὴ πράττειν τὸ αὐτὸ τοῦτο τὴν ἐξουσίαν ἔχει.

ἐφ’ ἑαυτῷ γὰρ ἡ αἵρεσις τῶν πρακτέων, εἴ γε βουλεύεσθαι καὶ κρίνειν [*](4—5 οὐδὲ τὸ ἐν τοῖς ἐπὶ πολὺ] fortasse οὔτε ἐν οἷς τὸ ἐπὶ πολὺ 9 αἱ εἀναίτιοι (sic) spatio duarum litterarum post αἱ relicto (ad hanc lacunam φ referenda est, quam litteram in mg. posuit v. c.) V: ἀναίτιος C: αι ἀναίτιοι (post αι fenestra) a δει sic V: δε? C: δεῖ a 11 τοῦτο ante οὖ] οὕτω (in mg. τοῦτο) C. apertum est scriptorem inter ea distinguere, quae iussu naturae coacti agimus eaque, quae propter τοῦ μὴ ὄντος praesentiam libera voluntate ipsi comittimus. temptavi igitur γιγνόμεναι, ⟨αἰ δὲ γίγνονται⟩ ἀναιτίως (cf. v.171,13 sq.) καὶ κατὰ τὸ μὴ ὄν, αὗται δὲ τὸ κτλ. τοῦτον C 13 τῶν post αἰτίων om. C 14 ἔχειν C 18 γεννητῷ Ca 27 οἷόν τε Ca 29 καὶ ὁπότερον m1 in mg. V 30 ἔρχεται (a supra ἔ m1) V: ἄρχεται Ca: fortasse βουλῆς, ἔρχεται ⟨ἐπὶ τοῦτο⟩)

173
ἐφ’ ἑαυτῷ.

ἔστι γὰρ τὸ ἐφ’ αὑτῷ τὸ αὐτὸ τῷ ἀρχήν τε καὶ αἴτιον ποιητικὸν εἶναι τούτων, ἅ φαμεν εἶναι ἐφ’ αὑτῷ.

ἔστι δὲ τὸ ἐφ’ ἡμῖν ἐν τούτοις, περὶ ἃ καὶ τὸ βουλεύεσθαι.

βουλευόμεθα δὲ οὔτε περὶ τῶν γεγονότων οὔτε περὶ τῶν ὄντων ἤδη, ἀλλὰ περὶ τῶν μελλόντων καὶ ἐνδεχομένων γενέσθαι καὶ μὴ γενέσθαι, καὶ ὧν αἰτία διάνοια.

ταῦτα γὰρ οἷά τε ὑφ’ ἡμῶν πραχθῆναί τε καὶ μή.

ἐν τούτοις ἄρα καὶ τὸ ἐφ’ ἡμῖν, καὶ ἔστιν ἀρχὴ καὶ αἰτία τῶν δι’ αὐτοῦ πραττομένων ὁ ἄνθρωπος, τοῦτο παρὰ τῆς φύσεως ἐξαίρετον ἔχων παρὰ τὰ ἄλλα πάντα τὰ γιγνόμενα πρὸς αὐτῆς, ὅτι καὶ μόνον λογικόν ἐστι φύσει καὶ βουλευτικόν.

τὸ γὰρ λογικὸν ἐν τούτῳ τὸ εἶναι ἔχει.

εἰ δὲ ἀρχὴ μὲν ἡ αἰτία τούτων, ὧν ἐστιν αἰτία, ὁ δὲ ἄνθρωπος ἀρχὴ τῶν πραττομένων ὑπ’ αὐτοῦ, καὶ αἴτιος τούτων ἂν εἴη.

εἴπερ οὖν ἀρχὴν ἀρχῆς ζητεῖν τε καὶ λέγειν ἄτοπον (οὐ γὰρ ἔτι ἁπλῶς ἀρχὴ τοῦτο, οὗ ἐστιν ἀρχή τις ἄλλη), οὐδ’ ἂν τῆς προαιρέσεως καὶ τῆς βουλήσεώς τε καὶ τοιᾶσδε κρίσεως τοῦ τε ἀνθρώπου αἴτιον ἄλλο τι ποιητικὸν προκαταβεβλημένον εἴη (οὐ γὰρ ἂν ἔτι ἀρχὴ μένοι), ἀλλὰ τῶν μὲν πραττομένων ὑφ’ αὑτοῦ αὐτὸς αἴτιος καὶ ἡ κρίσις τε καὶ προαί ρεσις καὶ ἡ ποιητικὴ τούτων αἰτία, αὐτῶν δὲ ἐκείνων οὐκέτι ἄλλο τι.

εἰ γὰρ ἀρχὴ μὲν ταῦτα, οὐκ ἔστιν δὲ τῆς κυρίως λεγομένης ἀρχῆς ἀρχή τε καὶ αἴτιον (τοῦ μὲν γὰρ εἶναι καὶ γενέσθαι τὸν ἄνθρωπόν ἐστί τις ἀρχή.

τοῦ δὲ τάδε ἢ τάδε προαιρεῖσθαι οὔ, καὶ τοῦτο γὰρ εἶναι τουτέστιν αὐτῷ τὸ τὴν τοιάνδε ἔχειν δύναμιν ἐν αὐτῷ).

τί γὰρ ἔτι καὶ χρήσιμον ἂν εἴη τὸ βουλεύεσθαι, εἰ προκαταβεβλημένας ἔχοιμεν τῶν πραττομένων τὰς αἰτίας;

πῶς δ’ ἂν ἔτι τῶν ἄλλων ζῴων τιμιώτερον ἄνθρωπος εἴη ἀχρήστου τοῦ βουλεύεσθαι φανέντος;

ἄχρηστον δέ, εἰ μὴ ἐφ’ ἡμῖν εἴη τὸ ἐκ τῆς βουλῆς προκρῖναί τι καὶ τὸ προκριθὲν ἑλέσθαι.