De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

καὶ τὸ θῆλυ δὴ καὶ τὸ ἄρρεν οὐκ ἂν εἶεν ἀνθρώπου τμητικαὶ διαφοραί, ἐπεὶ καὶ ἐν ἄλλοις ζῴοις εἰσίν, καὶ οὐκ ἐν ἀνθρώποις μόνοις.

διὰ ταῦτα οὖν οὐδὲ τῶν ἄλλων τινὸς εἶεν ἂν διαφοραὶ τῶν εἰδῶν τοῦ ζῴου, ἀλλ᾿ οὐδὲ τοῦ ζῴου οἷόν τε λέγειν αὐτὰς τμητικὰς εἶναι καὶ εἰδῶν ποιητικάς.

αἱ γὰρ ἀντιδιαιρούμεναι ἀλλήλαις διαφοραὶ οὐ δύνανται συνυπάρχειν ἐν εἴδει τῷ αὐτῷ.

οὔτε γὰρ τὸ λογικὸν καὶ ἄλογον ἐν τῷ αὐτῷ εἴδει οἷόν τε εἶναι, οὔτε τὸ πεζὸν καὶ πτηνὸν ἢ ἔνυδρον οὔτε δίπουν καὶ ἄπουν, τὸ δὲ θῆλυ καὶ τὸ ἄρρεν ἐν τοῖς αὐτοῖς ἐστιν εἴδεσιν.

καὶ γὰρ ἐν ἀνθρώπῳ ὄντι ταὐτῷ κατὰ τὸ εἶδος καὶ ἐν ἵππῳ καὶ κυνὶ καὶ τοῖς ἄλλοις ὁμοίως, ὅσα ἐκ συνδυασμοῦ γίνεται, οὐκ ἄρα τμητικαὶ διαφοραὶ τὸ θῆλυ καὶ τὸ ἄρρεν·

οὐδ᾿ ἄρα ἕτερον τῷ εἴδει τὸ ἄρρεν καὶ τὸ θῆλυ, ὥστε οὐδὲ γυνὴ καὶ ἀνήρ. |