De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

οὕτω δὲ καὶ ἐκ τοῦ μὴ ὄντος ἔσονται.

ἔτι εἰ οὕτως ἡ ψυχὴ τῷ σώματι ὡς ὅλον δι᾿ ὅλου διήκειν καὶ κεκρᾶσθαι τῷ σώματι, οὐκέτι ἔσται τοῦ ζῴου τὸ μὲν ψυχή, τὸ δὲ σῶμα, ἀλλὰ ἐξ ἀμφοῖν ἕν τι ἄλλο συνεφθαρμένον καὶ συνηλλοιωμένον, ὡς τὸ μελίκρατον.

καὶ οὐκέτι τι τὸ μὲν ἡγήσεται, τὸ δὲ ὑπηρετήσει, οὐδὲ τὸ μὲν τιμιώτερον, τὸ δὲ ἧττον, οὐδὲ τὸ σῶμα ἕξει ψυχήν, οὐδὲ ἡ ψυχὴ ἔσται ἐν τῷ σώματι.

οὐδὲ γὰρ τὴν ἀρχὴν τὸ μὲν ψυχὴ ἔσται τοῦ ζῴου, τὸ δὲ σῶμα, ἀλλὰ μόνον ζῷον τὸ ἐκ τούτων κρᾶμα καὶ ἕν τι καὶ ὅλον ὅμοιον ἑαυτῷ, ὁποῖον τὸ οἰνόμελι, ὅπερ ἄτοπον.

ἔστι γὰρ τοῦ ζῴου τὸ μὲν ψυχή, τὸ δὲ σῶμα, ὡς τὸ μὲν ἄλλο, τὸ δὲ ἄλλο.

διὸ καὶ χωρίζεται.

ἔτι εἰ καὶ αἱ ἀρεταὶ σώματα καὶ αἱ τέχναι, πῶς οὐ προσγενόμενα ταῦτά τινι στενοχωρήσει τὸ σῶμα ἢ αὐξήσει;

ἔτι εἰ καθ᾿ ὃ τὸ εἶναί τινί ἐστι τοῦτο, ὅπερ εἶναι λέγεται, τοῦτο εἶδός ἐστι, κατὰ δὲ τὴν ψυχὴν τῷ ζῴῳ τὸ ζῴῳ εἶναί ἐστιν, ἡ ψυχὴ εἶδος.

ὅτι δὲ εἶδος ἡ ψυχή, δῆλον καὶ ἐκ τοῦ μὴ δύνασθαι κατ᾿ ἄλλον τρόπον δεῖξαι τὸ ζῷον ἐκ ψυχῆς ὂν καὶ σώματος.

ἔτι εἰ σῶμα σώματος ᾗ σῶμα οὐδὲν διαφέρει, τῷ δὲ ψυχὴν ἔχειν διαφέρει, οὐκ ἔστιν ἡ ψυχὴ σῶμα.

τὰ γὰρ τῷ γένει τὰ αὐτὰ φύσιν κοινὴν ἔχει.

τὰ φύσιν κοινὴν ἔχοντα ἀδιάφορα κατὰ τὸ κοινόν.

τὰ τῷ γένει ἄρα κοινὰ ἀδιάφορα κατὰ τὸ γένος, γένος δὲ αὐτῶν τὸ σῶμα·

ὥστε τὰ σώματα ἀδιάφορα καθὸ σώματα.

οὐκ ἄρα σῶμα σώματος καθὸ σῶμα διαφέρει.

ὥστε, οἷς διαφέρει τὰ σώματα ἀλλήλων, οὐ σώματα ταῦτα.

τὰ μέντοι ἀσώματα οὐκ ἔστι τῷ γένει τὰ αὐτά.

ὥστε οὐδὲ ἀδιάφορα καθὸ ἀσώματα.

ὁμώνυμον γάρ τὸ ἀσώματον.

ἔστι γὰρ τῶν ἀσωμάτων τὰ μὲν ἐν οὐσίᾳ, τὰ δὲ ἐν ποσότητι, τὰ δὲ ἐν ταῖς ἄλλαις κατηγορίαις.