De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

οὐδὲ γὰρ ἄλλη τις τέχνη ἐκλέγεταί τι αὐτοῦ χάριν τοῦ ἐκλέξασθαι μόνου, ἀλλὰ πάντων ἡ ἐκλογὴ πρὸς τὸ τέλος ἔχει τὴν ἀναφοράν.

ἐν γὰρ τῇ χρήσει τῶν ἐκλεγομένων, οὐκ ἐν τῇ ἐκλογῇ τῶν ὑποκειμένων τὸ τέλος, καὶ καθόλου πῶς οὐκ ἄτοπον τὸ τὴν ἀρετὴν ἐπὶ τοῦτο λέγειν εἶναι μόνον, ἐπὶ τὸ ἐκλέγεσθαι;

εἰ γὰρ ἀδιάφορος ἡ κτῆσις τῶν ἐκλεγομένων καὶ μὴ συντείνουσα πρὸς τὸ τέλος, κενὴ ἂν εἴη καὶ ματαία ἡ ἐκλογή.

ἀλλ᾿ εἰ καὶ ἡ εὐδαιμονία ἐν τῷ εὖ ζῆν εἴη, οὐδὲ πρὸς τοῦτο ἡ ἀρετὴ αὐτάρκης.

λέγεται γὰρ εὖ ζῆν ὁ χρώμενος ἀρετῇ καὶ ζῶν κατὰ ἀρετὴν καὶ πράττων τι.

ἐν γὰρ πράξει ποιᾷ ἡ εὐζωία ἀνθρώπου, τῶν δὲ πράξεων αἱ μέν εἰσιν κτητικαί, αἱ δὲ χρηστικαὶ τοῖς κτηθεῖσιν.

ἐν μὲν οὖν ταῖς κτητικαῖς οὐκ ἂν εἴη τὸ τέλος (ἑτέρου γὰρ χάριν αὗται), ἐν δὲ ταῖς χρηστικαῖς.

οὐδὲ γὰρ τοῖς τεχνίταις τὸ τέλος ἐν τῷ κτᾶσθαι τὰ οἷς χρήσονται, ἀλλ ἐν τῇ χρήσει τούτων τῇ κατὰ τὴν τέχνην.

καὶ τῇ ἀρετῇ δὴ τὸ ἔσχατον καὶ τὸ τέλος οὔσῃ τέχνη καὶ αὐτῇ οὐκ ἐν ἐκλογῇ καὶ περιποιήσει τινῶν, ἀλλ᾿ ἐν χρήσει τῶν περιποιηθέντων.

εἰ δ᾿ ἐν ταῖς χρηστικαῖς τῶν ἐνεργειῶν καὶ πράξεων ἡ εὐδαιμονία καὶ ἡ εὐζωΐα, αὗται δὲ οὐκ ἄνευ τῶν σωματικῶν ἀγαθῶν καὶ τῶν ἐκτὸς καὶ τῶν οἰκείων καὶ κατὰ φύσιν, ὧν ἡ ἀρετὴ ἐκλεκτική, οὐκ ἂν ἡ ἀρετὴ εἴη αὐτάρκης πρὸς εὐζωΐαν τε καὶ εὐδαιμονίαν.

ἔτι εἰ ὑπὸ τῆς φύσεως τὸ σῶμα ὄργανον τῷ ἀνθρώπῳ πρὸς τὰς πράξεις δέδοται, καὶ τὰ τούτου ἀγαθὰ συντείνοι ἂν πρὸς τὸ ἐν ταῖς πράξεσιν ἀγαθὸν τοῦ ἀνθρώπου καὶ τὸ τέλος, ὥσπερ καὶ ἐπὶ τῶν τεχνῶν.

καὶ γὰρ τὸ τῶν αὐλῶν ἀγαθὸν πρὸς τὸ εὖ αὐλεῖν.

εἰ δὲ τοῦτο, οὐκ αὐτάρκης ἡ ἀρετὴ πρὸς εὐδαιμονίαν.

εἰ γὰρ μηδὲν πρὸς τὴν κατὰ τὸν βίον ἐνέργειαν καὶ τὴν εὐδαιμονίαν καὶ τὸ τέλος ταῦτα συντελοῖ, μάτην ἂν εἴη ὑπὸ τῆς φύσεως ἡμῖν δεδομένον τὸ σῶμα.

οὐ γὰρ δή, ἃ παρόντα ὠφελεῖ, ταῦτα ἀπόντα οὐκ ἐλαττοῖ τὸ ἔργον, ὃ ὠφελεῖ.

ἔτι εἰ, ὅσα τῆς ἰατρικῆς ἐστιν ἕνεκεν, ταῦτα καὶ τῆς ὑγιείας χάριν ἐστὶν τῆς γινομένης μένης ὑπ᾿ αὐτῆς, καὶ ὅσα τῆς κυβερνητικῆς, καὶ τῆς εὐπλοίας, ἣν αὐτὴ ποιεῖ, καὶ ὅσα τῆς ἀρετῆς ἕνεκεν, καὶ τῆς εὐδαιμονίας ἔσται, εἰ ταύτης ἔργον ἡ εὐδαιμονία, τὰ δὲ σωματικὰ καὶ τὰ ἐκτὸς καὶ αὐτοί φασιν τῆς ἀρετῆς ἕνεκα εἶναι, ὅπως ἐκλέγηται αὐτὰ καὶ περιποιῆται, ὥστε καὶ πρὸς τὸ τέλος ταῦτα χρήσιμα.

εἰ δὲ τοῦτο, οὐκ αὐτάρκης πρὸς τὸ τέλος ἡ ἀρετή.

ἔτι ὅσα τοῦ ἰατροῦ χάριν, ᾖ ἰστρός, ταῦτα καὶ τῆς ὑγιείας, ὃ τέλος ἐστὶ καὶ σκοπὸς τῷ ἰατρῷ, καὶ ὅσα τοῦ κυβερνήτου χάριν, ἢ κυβερνήτης, ταῦτα καὶ τῆς εὐπλοίας, ὃ τέλος ἐστὶ τοῦ κυβερνήτου.

καὶ ὅσα δὴ τοῦ ἀνθρώπου ἕνεκεν, ᾗ ἄνθρωπος, ταῦτα καὶ τοῦ τέλους αὐτοῦ τουτέστιν [*](3 ἢ in lit. V 4 μόνου corr. ex. μόνον V 5 ἐν] ν in lit. V 10 ἀρετὴ καὶ Va 11 ποιὰ a 16 ἐν V Sylburg: ἐν om. a 19 ἐκτὸς] ο in lit. V 25 ἣ a 26 συντελεῖ a 28 ὃ Valder: ὁ Va 29 ὑγείας Va 32 εὐδαινία a αὐτοί] αὐτὰ Sylburg 35 ὑγιείας V: ὑγείας a 36—37 καὶ σκοπὸς τῷ—ὁ τέλος ἐστὶ om. a Vualder Sylburg 37 ταῦ| τὰ V)

165
τῆς εὐδαιμονίας.

τὰ δὲ σωματικὰ καὶ τὰ ἐκτὸς τοῦ ἀνθρώπου ἕνεκά ἐστι καὶ ᾗ ἄνθρωπος, ὥστε καὶ τῆς εὐδαιμονίας.